← 普鲁塔克

亚基斯与克里昂米尼传

§Cleomenes.5.1-Cleomenes.5.3

曼提尼亚易手与阿基达穆斯遇刺

克里昂米尼大败阿开亚军,但阿拉图斯趁溃乱出其不意夺取了曼提尼亚。为应对国内的厌战情绪,克里昂米尼召回流亡的王位继承人阿基达穆斯,后者旋即被杀害阿吉斯的元凶暗杀。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Cleomenes.5.1

ἐπεὶ δὲ τοῖς Ἠλείοις πολεμουμένοις ὑπὸ τῶν Ἀχαιῶν βοηθήσας, καὶ περὶ τὸ Λύκαιον ἀπιοῦσιν ἤδη τοῖς Ἀχαιοῖς ἐπιβαλών, ἅπαν μὲν ἐτρέψατο καὶ διεπτόησεν αὐτῶν τὸ στράτευμα, συχνοὺς δὲ ἀνεῖλε καὶ ζῶντας ἔλαβεν, ὥστε καὶ περὶ Ἀράτου φήμην ἐκπεσεῖν εἰς τοὺς Ἕλληνας ὡς τεθνηκότος, ὁ μὲν Ἄρατος ἄριστα τῷ καιρῷ χρησάμενος ἐκ τῆς τροπῆς ἐκείνης εὐθὺς ἐπὶ Μαντίνειαν ἦλθε καὶ μηδενὸς ἂν προσδοκήσαντος1 εἷλε τὴν πόλιν καὶ κατέσχε, τῶν δὲ Λακεδαιμονίων παντάπασι ταῖς γνώμαις ἀναπεσόντων καὶ τῷ Κλεομένει πρὸς τὰς στρατείας ἐνισταμένων, ὥρμησε μεταπέμπεσθαι τὸν Ἄγιδος ἀδελφὸν Ἀρχίδαμον ἐκ Μεσσήνης, ᾧ βασιλεύειν ἀπὸ τῆς ἑτέρας οἰκίας ἦν προσῆκον, οἰόμενος ἀμβλυτέραν τὴν τῶν ἐφόρων ἀρχὴν ἔσεσθαι τῆς βασιλείας ἰσορρόπου καὶ ὁλοκλήρου γενομένης.

当克里昂米尼援助受到阿开亚人攻击的厄利斯人,并在吕凯翁山附近突袭已经撤退的阿开亚人,使敌军全军溃败、四散奔逃,斩杀甚众且生俘多人,以致希腊人中甚至传出阿拉图斯阵亡的流言;然而阿拉图斯却极善于利用时机,在这次溃败后立即进军曼提尼亚,在无人能预料到的情况下攻下并占领了该城。由于拉刻代蒙人彻底心灰意冷,反对克里昂米尼继续出征,他便决意从墨塞涅召回阿吉斯的兄弟阿基达穆斯——按规制阿基达穆斯本当从另一王室支系继位为王;克里昂米尼认为,若王权恢复均衡与完整,监察官的权力就会被削弱。

§Cleomenes.5.3

οἱ δὲ ἀνῃρηκότες πρότερον τὸν Ἆγιν αἰσθόμενοι τοῦτο, καὶ φοβηθέντες μὴ δίκην δῶσι τοῦ Ἀρχιδάμου κατελθόντος,2 ἐδέξαντο μὲν αὐτὸν εἰς τὴν πόλιν παραγενόμενον κρύφα καὶ συγκατῆγον, εὐθὺς δὲ ἀπέκτειναν, εἴτε ἄκοντος τοῦ Κλεομένους, ὡς οἴεται Φύλαρχος, εἴτε πεισθέντος ὑπὸ τῶν φίλων καὶ προεμένου τὸν ἄνθρωπον αὐτοῖς. τῆς γὰρ αἰτίας τὸ πλεῖστον ἐπʼ ἐκείνους ἦλθε βεβιάσθαι τὸν Κλεομένη δοκοῦντας.3

然而昔日杀害阿吉斯的人察觉到了此事,惧怕阿基达穆斯归来后自己会受到惩处,便在阿基达穆斯秘密潜入城中时接应他并协助引他回城,但紧接着就将他杀害了。这或是违背克里昂米尼的意愿——如菲拉尔库斯所认为的那样,或是克里昂米尼听从了朋友们的劝说而将此人交给了他们。因为大部分罪责都落到了那些人头上,人们认为正是他们强逼了克里昂米尼。

语法注3 条
  1. Cleomenes.5.1μηδενὸς ἂν προσδοκήσαντος

    带有 ἄν 的属格绝对结构,表示潜在或与事实相反的含义(“在无人料想得到的情况下”)。

  2. Cleomenes.5.3μὴ δίκην δῶσι τοῦ Ἀρχιδάμου κατελθόντος

    由惧怕动词 φοβηθέντες 引导的 μή 从句(使用虚拟式 δῶσι),其内部嵌套了表示时间或条件的属格绝对结构 τοῦ Ἀρχιδάμου κατελθόντος(“一旦阿基达穆斯归来”)。

  3. Cleomenes.5.3βεβιάσθαι τὸν Κλεομένη δοκοῦντας

    分词 δοκοῦντας 为阳性复数宾格,修饰前文介词短语中的 ἐκείνους。不定式 βεβιάσθαι 具有异态动词的主动意义(“强迫、胁迫”),以 τὸν Κλεομένη 为其直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.5.1-Cleomenes.5.3