← 普鲁塔克

亚基斯与克里昂米尼传

§Cleomenes.4.1-Cleomenes.4.5

贝尔比纳的占领与阿拉图斯的退却

克里昂米尼占领贝尔比纳从而揭开与阿开亚人冲突的序幕,并在与阿拉图斯一番智略交锋后,促使人数占绝对优势的阿开亚军队因忌惮其胆魄而退却。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Cleomenes.4.1

ἐκ τούτου Κλεομένη πρῶτον οἱ ἔφοροι πέμπουσι καταληψόμενον τὸ περὶ τὴν Βέλβιναν Ἀθήναιον, ἐμβολὴ δὲ τῆς Λακωνικῆς τὸ χωρίον ἐστί, καὶ τότε πρὸς τοὺς Μεγαλοπολίτας ἦν ἐπίδικον. καταλαβόντος δὲ τοῦτο καὶ τειχίσαντος τοῦ Κλεομένους ὁ Ἄρατος οὐθὲν ἐγκαλέσας, ἀλλὰ νυκτὸς ἐκστρατεύσας ἐπεχείρησε Τεγεάταις καὶ Ὀρχομενίοις.

为此,监察官们首先派遣克里昂米尼去夺取贝尔比纳附近的雅典娜神庙;该地是进入拉科尼亚的要冲,当时正与梅加洛波利斯人存有争端。克里昂米尼占领该地并筑起工事后,阿拉图斯并未提出任何公开指控,而是在夜间率军出征,企图袭取帖该亚和奥戈墨诺斯。

§Cleomenes.4.2

τῶν δὲ προδοτῶν ἀποδειλιασάντων ὁ μὲν Ἄρατος ἀνεχώρησε λεληθέναι νομίζων, ὁ δὲ Κλεομένης εἰρωνείᾳ χρώμενος ἔγραψε πρὸς αὐτόν, ὡς δὴ παρὰ φίλου πυνθανόμενος ποῦ τῆς νυκτὸς ἐξέλθοι.1 τοῦ δὲ ἀντιγράψαντος ὡς ἐκεῖνον Βέλβιναν μέλλειν τειχίζειν ἀκούσας καταβαίη τοῦτο κωλύσων, πάλιν ὁ Κλεομένης ἀποστείλας τοῦτο μὲν οὕτως ἔχειν ἔφη πεπεῖσθαι· τοὺς δὲ φανοὺς καὶ τὰς κλίμακας, εἶπεν, εἰ μή τί σοι διαφέρει, γράψον ἡμῖν, ἐπὶ τί σοι παρηκολούθουν.

但因城内的内应者临阵胆怯,阿拉图斯以为自己未被察觉便撤了军;克里昂米尼却语带讥讽地写信给他,宛如向朋友打听一般询问夜里出兵去了何处。阿拉图斯回信称,听说克里昂米尼意欲城筑贝尔比纳,故而率军南下加以阻拦;克里昂米尼再次派人回复,表示自己深信确是如此,“然而那些火把和云梯,”他说道,“若您不介意的话,请写信告知我们,它们跟随您究竟是作何用途。”

§Cleomenes.4.3

τοῦ δὲ Ἀράτου πρὸς τὸ σκῶμμα γελάσαντος καὶ πυνθανομένου ποῖός τις ὁ νεανίσκος εἴη, Δαμοκράτης ὁ Λακεδαιμόνιος φυγάς, εἴ τι πράττεις, ἔφη, πρὸς Λακεδαιμονίους, ὥρα σοι ταχύνειν πρὸ τοῦ κέντρα φῦσαι τοῦτον τὸν νεοσσόν.2 ἐκ τούτου Κλεομένει μετὰ ἱππέων ὀλίγων καὶ πεζῶν τριακοσίων ἐν Ἀρκαδίᾳ στρατοπεδευομένῳ προσέταξαν ἀναχωρεῖν οἱ ἔφοροι, φοβούμενοι τὸν πόλεμον.

阿拉图斯听闻此谑言而大笑,并打听这位年轻人究竟是何等人物;拉刻代蒙流亡者达摩克拉泰斯便道: “如果您要做些什么,”他说道,“来对付拉刻代蒙人的话,趁这只雏鸟长出脚刺之前,您是时候抓紧行动了。” 此后,克里昂米尼率少量骑兵与三百名步兵驻扎于阿尔卡狄亚,监察官们因惧怕战争而命令他撤回。

§Cleomenes.4.4

ἐπεὶ δὲ ἀναχωρήσαντος αὐτοῦ Καφύας ἔλαβεν ὁ Ἄρατος, αὖθις ἐξέπεμπον τὸν Κλεομένη, λαβόντος δὲ αὐτοῦ Μεθύδριον καὶ τὴν Ἀργολικὴν καταδραμόντος, ἐξεστράτευσαν οἱ Ἀχαιοὶ δισμυρίοις πεζοῖς καὶ χιλίοις ἱππεῦσιν Ἀριστομάχου στρατηγοῦντος. ἀπαντήσαντος δὲ περὶ Παλλάντιον Κλεομένους καὶ βουλομένου μάχεσθαι.

但在他撤离后阿拉图斯攻占了卡菲埃,监察官们便再次派遣克里昂米尼出征。在他攻克墨堤德里翁并蹂躏阿耳戈利斯领地后,阿开亚人在阿里斯托马库斯的统率下,以两万步兵和一千骑兵大举出征。当克里昂米尼在帕兰提翁附近与〔他们〕迎面相遇并意欲决战时,阿拉图斯为其胆魄所慑,不准统帅冒险交战,反而在阿开亚人的辱骂与总数不足五千的拉刻代蒙人的嘲弄和蔑视中撤离了。

§Cleomenes.4.5

φοβηθεὶς3 τὴν τόλμαν ὁ Ἄρατος οὐκ εἴασε διακινδυνεῦσαι τὸν στρατηγόν, ἀλλʼ ἀπῆλθε λοιδορούμενος μὲν ὑπὸ τῶν Ἀχαιῶν, χλευαζόμενος δὲ καὶ καταφρονούμενος ὑπὸ τῶν Λακεδαιμονίων, οὐδὲ πεντακισχιλίων τὸ πλῆθος ὄντων, μέγας οὖν τῷ φρονήματι γεγονὼς ὁ Κλεομένης ἐθρασύνετο πρὸς τοὺς πολίτας, καὶ τῶν παλαιῶν τινος αὐτοὺς ἀνεμίμνῃσκε βασιλέων εἰπόντος οὐ μάτην ὅτι Λακεδαιμόνιοι πυνθάνονται περὶ τῶν πολεμίων, οὐ πόσοι εἰσίν, ἀλλὰ ποῦ εἰσιν.

于是,克里昂米尼士气大振,在公民面前意气风发,并提醒他们忆起古时某位国王并非虚妄的言论:拉刻代蒙人打探敌人,从不问人数多少,只问身在何处。

语法注3 条
  1. Cleomenes.4.2ποῦ τῆς νυκτὸς ἐξέλθοι

    τῆς νυκτὸς 是表示“在夜间(当夜)”的时间属格(冠词 τῆς 回指 4.1 的 νυκτὸς)。疑问副词 ποῦ(本义为表静止位置的“在何处”)在此配合运动动词 ἐξέλθοι(历史时态主句下间接疑问句的不定过去时愿语气),代替表方向的 ποῖ(“向何处”)。

  2. Cleomenes.4.3πρὸ τοῦ κέντρα φῦσαι τοῦτον τὸν νεοσσόν

    由介词 πρό 带冠词属格 τοῦ 构成的冠词不定式结构(πρὸ τοῦ + 不定词)。不定式 φῦσαι 的逻辑主语为宾格 τοῦτον τὸν νεοσσόν(这只雏鸟),κέντρα(脚刺)为其直接宾语,构成“在此雏鸟长出脚刺之前”的比喻表达。

  3. Cleomenes.4.4ἀπαντήσαντος δὲ περὶ Παλλάντιον Κλεομένους καὶ βουλομένου μάχεσθαι. φοβηθεὶς

    尽管原文标点在 βουλομένου μάχεσθαι 后置有句号,但在语法上,ἀπαντήσαντος ... Κλεομένους καὶ βουλομένου μάχεσθαι 是独立属格从句(表示背景与伴随时间),直接依附于换行后的主句主语 ὁ Ἄρατος 与主动词 οὐκ εἴασε。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.4.1-Cleomenes.4.5