← 普鲁塔克

亚基斯与克里昂米尼传

§Cleomenes.3.1-Cleomenes.3.5

克里昂米尼的改革意图与对外开战

克里昂米尼继承王位后决意革除城邦积弊,他向旧日情人泽纳里斯探听阿吉斯之举却遭严拒,遂暗自筹划并利用阿拉图斯的扩张引爆与阿开亚同盟的冲突以图推行改革。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Cleomenes.3.1

ἐπεὶ δὲ τελευτήσαντος τοῦ Λεωνίδου τὴν βασιλείαν παρέλαβε καὶ τοὺς πολίτας τότε δὴ παντάπασιν ἐκλελυμένους ἑώρα, τῶν μὲν πλουσίων καθʼ ἡδονὰς ἰδίας καὶ πλεονεξίας παρορώντων τὰ κοινά, τῶν δὲ πολλῶν διὰ τὸ πράττειν κακῶς περὶ τὰ οἰκεῖα καὶ πρὸς τὸν πόλεμον ἀπροθύμων καὶ πρὸς τὴν ἀγωγὴν ἀφιλοτίμων γεγονότων, αὐτοῦ δὲ ὄνομα βασιλεύοντος ἦν μόνον, ἡ δὲ ἀρχὴ πᾶσα τῶν ἐφόρων, εὐθὺς μὲν εἰς νοῦν ἔθετο τὰ παρόντα μεθιστάναι καὶ κινεῖν, ὄντος δὲ αὐτῷ φίλου Ξενάρους, ἐραστοῦ γεγονότος τοῦτο δὲ ἐμπνεῖσθαι Λακεδαιμόνιοι καλοῦσιν,1 ἀπεπειρᾶτο τούτου διαπυνθανόμενος τὸν Ἆγιν, ὁποῖος γένοιτο βασιλεὺς2 καὶ τίνι τρόπῳ καὶ μετὰ τίνων ἐπὶ ταύτην ἔλθοι τὴν ὁδόν. ὁ δὲ Ξενάρης τὸ μὲν πρῶτον οὐκ ἀηδῶς ἐμέμνητο τῶν πραγμάτων ἐκείνων, ὡς ἐπράχθη καθʼ ἕκαστα μυθολογῶν καὶ διηγούμενος·

当列奥尼达斯去世、他继承王位并看到当时的公民们已彻底颓靡——富人为了私人的享乐与贪欲而漠视公利,民众因家境贫困而在对外征战上缺乏意气、对传统的教养体制亦丧失了自豪感,而他自己仅空有国王之名,一切实权尽握于监察官手中——之时,他便立即决意要变革与颠覆这般现状。由于他有一位曾为其情人的朋友泽纳里斯(拉刻代蒙人将此称为“被灌注气息”),他便向其探试,详加打听阿吉斯的事情:他是位怎样的国王,以何种方式以及同何人一道走上了那条道路。起初,泽纳里斯并不厌烦回忆那些往事,向他娓娓道来并详述了各项行动的经过。

§Cleomenes.3.3

ὡς δὲ ἦν καταφανὴς ὁ Κλεομένης ἐμπαθέστερον προσέχων καὶ κινούμενος ὑπερφυῶς πρὸς τὴν καινοτομίαν τοῦ Ἄγιδος καὶ ταὐτὰ πολλάκις ἀκούειν βουλόμενος, ἐπέπληξεν αὐτῷ πρὸς ὀργὴν ὁ Ξενάρης ὡς οὐχ ὑγιαίνοντι, καὶ τέλος ἀπέστη τοῦ διαλέγεσθαι καὶ φοιτᾶν πρὸς αὐτόν, οὐδενὶ μέντοι τὴν αἰτίαν ἔφρασε τῆς διαφορᾶς, ἀλλʼ αὐτὸν ἔφη γινώσκειν ἐκεῖνον.

然而,当克里昂米尼明显过于动情地倾听、对阿吉斯的革新举措受到异乎寻常的触动且三番五次渴望聆听同样之事时,泽纳里斯愤怒地训斥了他,斥责他神智失常,并最终不再与他交谈,亦不再前去拜访;但他从未向任何人透露过两人不和的因由,只推说那个人自己心中有数。

§Cleomenes.3.4

οὕτω δὲ τοῦ Ξενάρους ἀντικρούσαντος ὁ Κλεομένης καὶ τοὺς ἄλλους ὁμοίως ἔχειν ἡγούμενος, αὐτὸς ἐν ἑαυτῷ συνετίθει τὴν πρᾶξιν. οἰόμενος δʼ ἂν ἐν πολέμῳ μᾶλλον ἢ κατʼ εἰρήνην μεταστῆσαι τὰ παρόντα,3 συνέκρουσε πρὸς τοὺς Ἀχαιοὺς τὴν πόλιν, αὐτοὺς διδόντας ἐγκλημάτων προφάσεις, ὁ γὰρ Ἄρατος ἰσχύων μέγιστον ἐν τοῖς Ἀχαιοῖς ἐβούλετο μὲν ἐξ ἀρχῆς εἰς μίαν σύνταξιν ἀγαγεῖν Πελοποννησίους, καὶ τοῦτο τῶν πολλῶν στρατηγιῶν αὐτῷ καὶ τῆς μακρᾶς πολιτείας ἦν τέλος, ἡγουμένῳ μόνως ἂν οὕτως ἀνεπιχειρήτους ἔσεσθαι τοῖς ἐκτὸς πολεμίοις.

既然泽纳里斯如此坚拒,克里昂米尼断定其余众人亦当持相同态度,便独自在心中筹划大业。他认为在战时比在和平时期更有可能改变现状,于是便使城邦与阿开亚人发生冲突,而阿开亚人自己也正提供着起衅的借口。盖因在阿开亚人中权势最大的阿拉图斯,自始便期望将伯罗奔尼撒人纳入统一的联盟之中,而这也是他多次担任统帅及漫长政治生涯的终极目标,他认定唯有如此,方能不被外敌所侵害。

§Cleomenes.3.5

ἐπεὶ δὲ τῶν ἄλλων σχεδὸν ἁπάντων αὐτῷ προσγεγονότων ἀπελείποντο Λακεδαιμόνιοι καὶ Ἠλεῖοι καὶ ὅσοι Λακεδαιμονίοις Ἀρκάδων προσεῖχον, ἅμα τῷ τὸν Λεωνίδαν ἀποθανεῖν παρηνώχλει τοῖς Ἀρκάσι καὶ περιέκοπτεν αὐτῶν μάλιστα τοὺς τοῖς Ἀχαιοῖς ὁμοροῦντας, ἀποπειρώμενος τῶν Λακεδαιμονίων, καὶ τοῦ Κλεομένους ὡς νέου καὶ ἀπείρου καταφρονῶν.

但是,当其余几乎所有城邦皆已归附,唯有拉刻代蒙人、厄利斯人以及依附拉刻代蒙人的阿尔卡狄亚人尚被排除在外时,阿拉图斯一待列奥尼达斯身故,便骚扰阿尔卡狄亚人,并侵吞其领地,尤其是那些与阿开亚人毗邻的地区;他借此试探拉刻代蒙人,并蔑视克里昂米尼年轻且缺乏阅历。

语法注3 条
  1. Cleomenes.3.2ἐμπνεῖσθαι Λακεδαιμόνιοι καλοῦσιν

    被动不定词 ἐμπνεῖσθαι(“被注入气息/被灌注灵感”)与前面的 ἐραστοῦ(爱人、长者一方)相对,指斯巴达习俗中受爱抚的年轻人被年长者的德行与精神所感召的特殊表达法。

  2. Cleomenes.3.2διαπυνθανόμενος τὸν Ἆγιν, ὁποῖος γένοιτο βασιλεὺς

    提要宾语句式(先取构式,prolepsis),即间接疑问从句的主语(Ἆγιν)被提前作为分词(διαπυνθανόμενος)的直接宾语:“详加打听阿吉斯,问他是位怎样的国王”。

  3. Cleomenes.3.4οἰόμενος δʼ ἂν ἐν πολέμῳ μᾶλλον ἢ κατʼ εἰρήνην μεταστῆσαι τὰ παρόντα

    助词 ἄν 修饰不定词不定过去时 μεταστῆσαι,在表意念的动词 οἰόμενος 支配的间接引语中表示潜势(对应直接引语中的 ἂν μεταστήσαιμι 等):“认为在战时比在和平时期更有可能改变现状”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.3.1-Cleomenes.3.5