- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.38.1-Cleomenes.38.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克里昂米尼死后,托勒密下令处死其遗孤、母亲克拉特西克蕾亚及随侍妇人。潘特乌斯之妻临危不乱,悉心照料赴死的王母与众妇人,最终端庄英勇地从容就义。
Κλεομένης μὲν οὖν ἑκκαίδεκα τῆς Σπάρτης βασιλεύσας ἔτη καὶ τοιοῦτος ἀνὴρ γενόμενος οὕτω κατέστρεψε, Τῆς δὲ φήμης εἰς τὴν πόλιν ὅλην σκεδασθείσης ἡ μὲν Κρατησίκλεια, καίπερ οὖσα γενναία γυνὴ, προὔδωκε τὸ φρόνημα πρὸς τὸ τῆς συμφορᾶς μέγεθος, καὶ περιβαλοῦσα τὰ παιδία τοῦ Κλεομένους ὠλοφύρετο.
克里昂米尼统治斯巴达十六年,作为这样一位伟岸之士,便以此种方式结束了一生。当消息传遍全城时,克拉特西克蕾亚虽是一位刚毅的妇人,在面对如此巨大的灾祸时也不免丧失了心志,她抱住克里昂米尼的孩子们痛哭流涕。
τῶν δὲ παιδίων τὸ πρεσβύτερον ἀποπηδῆσαν, οὐδενὸς ἂν προσδοκήσαντος,1 ἀπὸ τοῦ τέγους ἐπὶ κεφαλὴν ἔρριψεν ἑαυτό καὶ κακῶς μὲν ἔσχεν, οὐ μὴν ἀπέθανεν, ἀλλʼ ἤρθη βοῶν καὶ ἀγανακτοῦν ἐπὶ τῷ διακωλύεσθαι τελευτᾶν. ὁ δὲ Πτολεμαῖος, ὡς ἔγνω ταῦτα, προσέταξε τὸ μὲν σῶμα τοῦ Κλεομένους κρεμάσαι καταβυρσώσαντας,2 ἀποκτεῖναι δὲ τὰ παιδία καὶ τὴν μητέρα καὶ τὰς περὶ αὐτὴν γυναῖκας.
然而孩子们中年长的那一个,出乎所有人的预料,纵身一跃从屋顶头朝下跳了下去;他虽受了重伤,却并未殒命,而是被人抱起,因求死受阻而愤怒叫喊。托勒密得知此事后,下令将克里昂米尼的尸体缝入兽皮吊起示众,并将孩子们、其母以及随侍她的妇人们尽行处死。
ἐν δὲ ταύταις ἦν καὶ Παντέως γυνή καλλίστη καὶ γενναιοτάτη τὸ εἶδος. ἔτι δὲ αὐτοῖς νεογάμοις οὖσιν ἐν ἀκμαῖς ἐρώτων αἱ τύχαι συνέβησαν, εὐθὺς μὲν οὖν συνεκπλεῦσαι τῷ Παντεῖ βουλομένην αὐτὴν οὐκ εἴασαν οἱ γονεῖς, ἀλλὰ βίᾳ κατακλείσαντες ἐφύλαττον·
在这些妇人中,还有潘特乌斯的妻子,其容貌极为秀丽高贵。这桩厄运降临在他们身上时,两人方新婚燕尔,正值情浓之时;当时她本欲立即同潘特乌斯一同乘船出走,父母却不准许,反而将她强行锁闭看管起来。
ὀλίγῳ δὲ ὕστερον ἵππον ἑαυτῇ παρασκευάσασα καὶ χρυσίδιον οὐ πολὺ νυκτὸς ἀπέδρα, καὶ διώξασα συντόνως ἐπὶ Ταίναρον, ἐκεῖθεν ἐπέβη νεὼς εἰς Αἴγυπτον πλεούσης· καὶ διεκομίσθη πρὸς τόν ἄνδρα καὶ συνδιήνεγκεν αὐτῷ τόν ἐπὶ ξένης βίον ἀλύπως καὶ ἱλαρῶς. αὕτη τότε τὴν Κρατησίκλειαν ὑπὸ τῶν στρατιωτῶν ἐξαγομένην ἐχειραγώγει, τόν τε πέπλον αὐτῆς ὑπολαμβάνουσα, καὶ θαρρεῖν παρακαλοῦσα μηδέν τι μηδʼ αὐτὴν ἐκπεπληγμένην τόν θάνατον,3 ἀλλʼ ἓν μόνον αἰτουμένην, πρὸ τῶν παιδίων ἀποθανεῖν.
但不久之后,她为自己备下一匹马和少许金子,趁夜遁逃,快马加鞭赶往泰纳隆,并在那里登上了开往埃及的船只;她渡海与丈夫会合,毫无怨尤而欢欣地与他共度流亡异邦的生活。此时,当克拉特西克蕾亚被士兵押送出来时,正是这位少妇牵着她的手引路,提托着她的长袍,并劝她鼓起勇气,而克拉特西克蕾亚自身对死亡亦毫无惧色,唯一的企求不过是先于孩子们受死。
ἐπεὶ δὲ ἦλθον εἰς τόν τόπον ἐν ᾧ ταῦτα δρᾶν εἰώθεσαν οἱ ὑπηρέται, πρῶτον μὲν τὰ παιδία, τῆς Κρατησικλείας ὁρώσης, ἔσφαττον, εἶτα ἐκείνην, ἓν τοῦτο μόνον ἐπὶ τηλικούτοις φθεγξαμένην πάθεσιν, ὦ τέκνα, ποῖ ἐμόλετε; ἡ δὲ Παντέως γυνὴ, περιζωσαμένη τὸ ἱμάτιον, εὔρωστος οὖσα καὶ μεγάλη τῶν ἀποθνῃσκουσῶν ἑκάστην σιωπῇ καὶ μεθʼ ἡσυχίας ἐθεράπευε καὶ περιέστελλεν ἐκ τῶν ἐνδεχομένων.
当他们来到行刑者惯常处置此类事务的场所时,他们首先在克拉特西克蕾亚的注视下屠杀了孩子们,随后又将她杀害,面对如此巨大的惨痛,她仅仅发出了这一声呼喊: “啊,孩子们,你们到哪里去了?” 而潘特乌斯的妻子系束好外袍,由于身材魁梧健硕,她默默而安详地照料每一个死去的妇人,在力所能及的范围内为她们整饬并包裹遗体。
τέλος δὲ μετὰ πάσας ἑαυτὴν κοσμήσασα, καὶ καταγαγοῦσα τὴν περιβολήν,4 καὶ μηδένα προσελθεῖν ἐάσασα μηδὲ ἰδεῖν ἄλλον ἢ τόν ἐπὶ τῆς σφαγῆς τεταγμένον, ἡρωικῶς κατέστρεψεν, οὐδενὸς δεηθεῖσα κοσμοῦντος καὶ περικαλύπτοντος μετὰ τὴν τελευτήν. οὕτω παρέμεινε τῷ θανάτῳ τὸ κόσμιον τῆς ψυχῆς, καὶ διεφύλαξεν ἣν ζῶσα φρουρὰν τῷ σώματι περιέθηκεν.
最后,在所有人之后,她整肃自己的衣着,拉下外袍遮掩身躯,除了奉命行刑的人以外不准任何人走近或窥视,便英勇地就义了;死后完全无需他人为她整肃仪容或遮盖身躯。如此,她心灵的端庄贞洁在死亡降临时依然不泯,忠实地捍卫了她生前赋予自身肉体的守护。
- Cleomenes.38.2οὐδενὸς ἂν προσδοκήσαντος
带有助词 ἄν 的独立属格结构。此结构相当于定式动词分句中的与过去事实相反或潜在推测(即 οὐδεὶς ἂν προσεδόκησεν),意为“本没有任何人会料到”。
- Cleomenes.38.2καταβυρσώσαντας
阳性宾格复数分词,在语法上并非与主句主语(ὁ δὲ Πτολεμαῖος)一致,而是修饰不定式 κρεμάσαι 未明言的逻辑主语(即行刑的差役与卫兵),指将尸体剥皮或缝入兽皮之中。
- Cleomenes.38.4μηδέν τι μηδʼ αὐτὴν ἐκπεπληγμένην τόν θάνατον
阴性宾格单数分词,在句法上修饰动词 ἐχειραγώγει 的宾语 τὴν Κρατησίκλειαν(克拉特西克蕾亚),而非主语 αὕτη(潘特乌斯之妻)。它补充说明克拉特西克蕾亚本人的心境:她自身毫不惧怕死亡,唯一企求的只是死在孩子们之前。
- Cleomenes.38.6καταγαγοῦσα τὴν περιβολήν
指潘特乌斯的妻子将身上的外袍披巾下拉拉好,以确保倒下就义时躯体不会受到不体面的暴露。
