- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.37.1-Cleomenes.37.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克里昂米尼一行人瞒过守卫冲出宅邸,在亚历山大里亚城中号召起义,却未获民众响应;在斩杀两名托勒密之后,众人在绝望中相继自尽。
ἐπεὶ δὲ ἔδοξε ταῦτα καὶ κατὰ τύχην ὁ Πτολεμαῖος εἰς Κάνωβον ἐξώρμησε, πρῶτον μὲν διέδωκαν λόγον ὡς παραλύοιτο τῆς φυλακῆς ὑπὸ τοῦ βασιλέως· ἔπειτα ἔκ τινος ἔθους βασιλικοῦ τοῖς μέλλουσιν ἐξ εἱρκτῆς ἀπολύεσθαι δείπνου τε πεμπομένου καὶ ξενίων,1 οἱ φίλοι πολλὰ τοιαῦτα τῷ Κλεομένει παρασκευάσαντες ἔξωθεν εἰσέπεμψαν, ἐξαπατῶντες τοὺς φύλακας οἰομένους ὑπὸ τοῦ βασιλέως ἀπεστάλθαι.
决议既定,适逢托勒密动身前往卡诺博斯,他们先是散布流言,称克里昂米尼将被国王解除监禁;随后又按照王室为即将出狱之人送去酒席与礼物的惯例,克里昂米尼的朋友们从外面备办了许多这类物品送进门来,骗过了以为这些东西确系国王差人送来的卫兵。
καὶ γὰρ ἔθυε καὶ μετεδίδου τούτων ἀφθόνως αὐτοῖς, καὶ ἐπιτιθεὶς στεφάνους καὶ κατακλιθεὶς εἱστιᾶτο μετὰ τῶν φίλων, λέγεται δὲ τάχιον ἢ διεγνώκει πρὸς τὴν πρᾶξιν ὁρμῆσαι, συναισθόμενος οἰκέτην ἕνα τῶν συνειδότων τὴν πρᾶξιν ἔξω παρὰ γυναικὶ κεκοιμημένον ἧς ἤρα. καὶ φοβηθεὶς μήνυσιν, ἐπειδὴ μέσον ἡμέρας ἦν καὶ τοὺς φύλακας ᾔσθετο καθεύδοντας ὑπὸ τῆς μέθης, ἐνδυσάμενος τὸν χιτῶνα καὶ τὴν ῥαφὴν ἐκ τοῦ δεξιοῦ παραλυσάμενος ὤμου, γυμνῷ τῷ ξίφει μετὰ τῶν φίλων ἐξεπήδησεν ἐνεσκευασμένων ὁμοίως, δεκατριῶν ὄντων.
克里昂米尼确实献祭酬神,并将这些酒食慷慨地分给卫兵,自己也戴上花冠、依席而卧,与朋友们一同宴饮。然而据说他之所以比原定计划更早发起行动,是因为发觉知晓机密的一个仆从正在外面与自己所爱的女子同寝。由于担心走漏风声,又见正当正午、卫兵们已醉酒酣睡,他便穿上短袍,解开右肩的缝线,手持出鞘的利剑,与同样装束的朋友们一同冲了出去,同行者共有十三人。
Ἱππίτας δὲ χωλὸς ὢν τῇ μὲν πρώτῃ συνεξέπεσεν ὁρμῇ προθύμως, ὡς δὲ ἑώρα σχολαίτερον πορευομένους διʼ αὐτόν, ἐκέλευσεν ἀνελεῖν καὶ μὴ διαφθείρειν τὴν πρᾶξιν, ἄχρηστον ἄνθρωπον περιμένοντας, ἔτυχε δὲ τῶν Ἀλεξανδρέων τις ἵππον ἄγων παρὰ τὰς θύρας· τοῦτον ἀφελόμενοι καὶ τὸν Ἱππίταν ἀναβαλόντες, ἐφέροντο δρόμῳ διὰ τῶν στενωπῶν καὶ παρεκάλουν τὸν ὄχλον ἐπὶ τὴν ἐλευθερίαν.
希皮塔斯虽是个跛子,初次冲锋时却也热切相随,但当他见众人因他而放慢了脚步时,便请求他们杀掉自己,休要为了等待一个无用之人而毁了大事。适逢一名亚历山大里亚人正牵马路过门前,他们夺下此马并将希皮塔斯扶上马背,便穿过窄巷一路奔跑,向民众高呼争取自由。
τοῖς δὲ τοσοῦτον, ὡς ἔοικεν, ἀλκῆς μετῆν ὅσον ἐπαινεῖν καὶ θαυμάζειν τὴν τοῦ Κλεομένους τόλμαν, ἀκολουθεῖν δὲ καὶ βοηθεῖν οὐδεὶς ἐθάρρει. τὸν μὲν οὖν τοῦ Χρυσέρμου Πτολεμαῖον ἐκ τῆς αὐλῆς ἐξιόντα τρεῖς εὐθὺς προσπεσόντες ἀπέκτειναν ἑτέρου δὲ Πτολεμαίου τοῦ φυλάσσοντος τὴν πόλιν ἐλαύνοντος ἅρματι πρὸς αὐτούς, ὁρμήσαντες ἐναντίοι τοὺς μὲν ὑπηρέτας καὶ δορυφόρους διεσκέδασαν, αὐτόν δὲ κατασπάσαντες ἀπὸ τοῦ ἅρματος ἀπέκτειναν.
然而民众所拥有的勇气似乎仅止于赞扬并惊叹克里昂米尼的胆魄,却无一人敢于跟随或施以援手。因此,当克律塞尔莫斯之子托勒密走出宫廷时,有三人当即扑上前去将他杀死;守卫城市的另一位托勒密乘着战车朝他们疾驰而来时,他们迎面冲上去,驱散其侍从与侍卫,将他从战车上扯下来击毙。
εἶτα πρὸς τὴν ἄκραν ἐχώρουν, ἀναρρῆξαι διανοούμενοι τὸ δεσμωτήριον καὶ χρήσασθαι τῷ πλήθει τῶν δεδεμένων. ἔφθασαν δὲ φραξάμενοι2 καλῶς οἱ φύλακες, ὥστε καὶ ταύτης ἀποκρουσθέντα τῆς πείρας τὸν Κλεομένη διαφέρεσθαι καὶ πλανᾶσθαι κατὰ τὴν πόλιν, οὐδενὸς αὐτῷ προσχωροῦντος, ἀλλὰ φευγόντων καὶ φοβουμένων ἁπάντων.
随后他们奔向城堡,打算砸开牢狱,借助囚犯的力量。然而守卫已抢先一步紧紧封锁了要塞,克里昂米尼在此番尝试又遭挫败后,便在城中漫无目的地徘徊流连,既无一人前来归附,反而所有人都仓皇逃匿、满心畏惧。
οὕτως οὖν ἀποστὰς καὶ πρὸς τοὺς φίλους εἰπών, οὐδὲν ἦν ἄρα θαυμαστὸν ἄρχειν γυναῖκας ἀνθρώπων φευγόντων τὴν ἐλευθερίαν, παρεκάλεσε πάντας ἀξίως αὐτοῦ καὶ τῶν πεπραγμένων τελευτᾶν. καὶ πρῶτος μὲν Ἱππίτας ὑπὸ τῶν νεωτέρων τινὸς ἐπλήγη δεηθείς, ἔπειτα τῶν ἄλλων ἕκαστος εὐκόλως καὶ ἀδεῶς ἑαυτὸν ἀποσφάττει, πλὴν Παντέως τοῦ πρώτου Μεγάλην πόλιν καταλαβόντος.
于是,在彻底放弃之后,他转向朋友们说道: “看来,由妇人来统治这等逃避自由的鼠辈,真是一点也不奇怪。” 他号召所有人以配得上他自己与昔日功业的方式了结生命。首先是希皮塔斯应其自身请求被一名年轻人刺死,随后其余每个人都从容无惧地自刎,唯独除了一马当先攻下梅加洛波利斯的潘特乌斯。
τοῦτον δὲ κάλλιστον ὥρᾳ καὶ πρὸς τὴν ἀγωγὴν εὐφυέστατον τῶν νέων γενόμενον ἐρώμενον ἐσχηκὼς ὁ βασιλεὺς ἐκέλευσεν, ὅταν αὐτόν τε καὶ τοὺς ἄλλους ἴδῃ πεπτωκότας, οὕτω τελευτᾶν. ἤδη δὲ κειμένων ἁπάντων ἐπιπορευόμενος ὁ Παντεὺς καὶ τῷ ξιφιδίῳ παραπτόμενος καθʼ ἕκαστον ἀπεπειρᾶτο μή τις διαλανθάνοι ζῶν. ἐπεὶ δὲ καὶ τὸν Κλεομένη νύξας παρὰ τὸ σφυρὸν εἶδε συστρέψαντα τὸ πρόσωπον, ἐφίλησεν αὐτόν, εἶτα παρεκάθισε· καὶ τέλος ἔχοντος ἤδη3 περιβαλὼν τὸν νεκρὸν ἑαυτὸν ἐπικατέσφαξε.
潘特乌斯正值妙龄且容貌最美,对斯巴达式的严苛训练又最具天赋,作为国王心爱的伴侣,国王曾命他在看到自己与其余众人都已倒下之后方可赴死。此时众人都已横尸于地,潘特乌斯走上前去,用匕首轻触每个人,试探是否尚有人匿存一丝气息。当他在踝骨旁刺了克里昂米尼一下,看见其面部抽动时,便吻了他,随后在旁坐下;待国王终于气绝,他抱住遗体,伏在其上自刎而死。
- Cleomenes.37.1δείπνου τε πεμπομένου καὶ ξενίων
属格绝对结构,前文的与格短语 τοῖς μέλλουσιν ἐξ εἱρκτῆς ἀπολύεσθαι(“向即将从牢狱释放之人”)作分词 πεμπομένου 的间接宾语,用以说明送去酒席与礼物的王室惯例。
- Cleomenes.37.5ἔφθασαν δὲ φραξάμενοι
动词 φθάνω 与补充副词性分词 φραξάμενοι(源自 φράσσω)构成的常见句式,表示“抢先/在……之前完成某事”,即“守卫已抢先一步紧紧封锁”。
- Cleomenes.37.7τέλος ἔχοντος ἤδη
属格绝对结构,由于逻辑主语(克里昂米尼)由上下文可知而被省略。短语 τέλος ἔχω 意为“迎来终结、断气身亡”。
