← 普鲁塔克

亚基斯与克里昂米尼传

§Cleomenes.39.1-Cleomenes.39.3

守护克里昂米尼遗体的巨蛇异象与贤士的阐释

克里昂米尼被悬挂的遗体上盘绕巨蛇以防禽鸟啄食,引发了民众对他的英雄崇拜,直至贤士以尸体自然化生之理加以平息。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Cleomenes.39.1

ἡ μὲν οὖν Λακεδαίμων, ἐφαμίλλως ἀγωνισαμένη τῷ γυναικείῳ δράματι πρὸς τὸ ἀνδρεῖον,1 ἐν τοῖς ἐσχάτοις καιροῖς ἐπέδειξε τὴν ἀρετὴν ὑβρισθῆναι μὴ δυναμένην ὑπὸ τῆς τύχης, ὀλίγαις δὲ ὕστερον ἡμέραις οἱ τὸ σῶμα τοῦ Κλεομένους ἀνεσταυρωμένον παραφυλάττοντες εἶδον εὐμεγέθη δράκοντα τῇ κεφαλῇ περιπεπλεγμένον καὶ ἀποκρύπτοντα τὸ πρόσωπον, ὥστε μηδὲν ὄρνεον ἐφίπτασθαι σαρκοφάγον.

这样,拉刻代蒙凭借女性的壮举与男性的壮举相匹敌,在最后的危局中表明,美德绝不会被命运所侮辱。几天之后,看守克里昂米尼被悬挂示众的遗体的守卫们,看见一条巨大的蛇盘绕在他的头颅上并遮盖住面部,以至于没有任何食肉飞禽飞扑下来。

§Cleomenes.39.2

ἐκ δὲ τούτου δεισιδαιμονία προσέπεσε τῷ βασιλεῖ καὶ φόβος, ἄλλων καθαρμῶν ταῖς γυναιξὶν ἀρχὴν παρασχών,2 ὡς ἀνδρὸς ἀνῃρημένου θεοφιλοῦς καὶ κρείττονος τὴν φύσιν.3 οἱ δὲ Ἀλεξανδρεῖς καὶ προσετρέποντο φοιτῶντες ἐπὶ τὸν τόπον, ἥρωα τὸν Κλεομένη καὶ θεῶν παῖδα προσαγορεύοντες, ἄχρι οὗ κατέπαυσαν αὐτοὺς οἱ σοφώτεροι, διδόντες λόγον ὡς μελίττας μὲν βόες,4 σφῆκας δὲ ἵπποι κατασαπέντες ἐξανθοῦσι, κάνθαροι δὲ ὄνων τὸ αὐτὸ παθόντων ζῳογονοῦνται, τὰ δὲ ἀνθρώπινα σώματα, τῶν περὶ τὸν μυελὸν ἰχώρων συρροήν τινα καὶ σύστασιν ἐν ἑαυτοῖς λαβόντων, ὄφεις ἀναδίδωσι. καὶ τοῦτο κατιδόντες οἱ παλαιοὶ μάλιστα τῶν ζῴων τὸν δράκοντα τοῖς ἥρωσι συνῳκείωσαν.

由此,迷信与恐惧降临在国王身上,使妇女们有了举行其他祓除仪式的由头,认为被杀害的是一位深受神灵眷顾且本性超凡之人。亚历山大里亚的居民们也纷纷前往该地膜拜祈祷,称颂克里昂米尼为英雄和诸神之子,直到有识之士制止了他们;他们解释说,牛腐烂后会生出蜜蜂,马腐烂后会生出黄蜂,驴子遭遇同样的情形则会滋生甲虫,而人类的躯体,在其骨髓周围的体液于体内自行汇聚凝结之后,便会孕育出蛇类。正因察知了这一点,古人才在所有动物中尤将蛇与英雄联系在一起。

语法注4 条
  1. Cleomenes.39.1ἐφαμίλλως ἀγωνισαμένη τῷ γυναικείῳ δράματι πρὸς τὸ ἀνδρεῖον

    手段/方式与格 τῷ γυναικείῳ δράματι 与表示竞争比较的介词短语 πρὸς τὸ ἀνδρεῖον 结合,意为“凭借女性的戏剧/壮举与男性的壮举相竞争比并”。

  2. Cleomenes.39.2ἄλλων καθαρμῶν ταῖς γυναιξὶν ἀρχὴν παρασχών

    阳性单数分词 παρασχών 在语法上与最近的阳性主语 φόβος 保持一致(或按阳性优先修饰 δεισιδαιμονία καὶ φόβος 整体),表明正是国王内心的恐惧为妇人们提供了举行进一步净化仪式的起因。

  3. Cleomenes.39.2ὡς ἀνδρὸς ἀνῃρημένου θεοφιλοῦς καὶ κρείττονος τὴν φύσιν

    由 ὡς 引导的属格独立结构,表达主观认定的理由(“认为一位深受神明眷顾……之人遭到了杀害”)。宾格 τὴν φύσιν 为限定宾格/关系宾格,意为“在天性方面更为超群”。

  4. Cleomenes.39.3διδόντες λόγον ὡς μελίττας μὲν βόες

    在接于 διδόντες λόγον(给出解释)之后的 ὡς 从句中,平行列举了古代的自然发生论。在 μελίττας μὲν βόες 之后承后省略了动词 κατασαπέντες ἐξανθοῦσι(“牛腐烂而生出蜜蜂”),宾格 μελίττας 为该动词所生成物之直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.39.1-Cleomenes.39.3