- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.36.1-Cleomenes.36.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克里昂米尼无意中听到托勒密斥责守卫疏于防范自己这头猛兽,深知生还无望,遂与同伴决意奋起复仇,以配得上斯巴达的方式从容赴死。
ἦν μὲν οὖν καὶ ταῦτα λυπηρὰ τῷ Κλεομένει, μοχθηροτέρας δὲ τὰς περὶ τοῦ μέλλοντος ἐλπίδας ἔσχεν ἐκ τοιαύτης συντυχίας. Πτολεμαῖος ὁ Χρυσέρμου φίλος ὢν τοῦ βασιλέως πάντα τὸν χρόνον ἐπιεικῶς διείλεκτο τῷ Κλεομένει, καὶ συνήθειά τις ὑπῆρχεν αὐτοῖς καὶ παρρησία πρὸς ἀλλήλους.
这些事对克里昂米尼而言固然已令人痛苦,但由于下面这桩偶然事件,他对未来的指望变得更加暗淡。克律塞尔莫斯之子托勒密是国王的朋友,一直以来都与克里昂米尼和气交谈,彼此之间颇有几分熟络与直率。
οὗτος οὖν τότε, τοῦ Κλεομένους δεηθέντος ἐλθεῖν πρὸς αὐτόν, ἦλθε μὲν καὶ διελέχθη μέτρια, τὸ ὕποπτον ἐξαιρῶν καὶ περὶ τοῦ βασιλέως ἀπολογούμενος· ἀπιὼν δὲ πάλιν ἐκ τῆς οἰκίας, καὶ μὴ προνοήσας ἐξόπισθεν ἄχρι τῶν θυρῶν ἐπακολουθοῦντα τὸν Κλεομένη, πικρῶς ἐπετίμησε τοῖς φύλαξιν ὡς δὴ μέγα θηρίον καὶ δυστήρητον ἀμελῶς φυλάττουσι καὶ ῥᾳθύμως.1
当时,克里昂米尼请求他前来相见,此人便确实前来了,并且温和地与他交谈,消除猜忌,为国王辩解;但在他重新离开宅邸时,未曾料到克里昂米尼正从身后一直跟到了门边,便严厉斥责卫兵,责怪他们竟如此马虎懈怠地看守这样一头巨大而难羁的野兽。
τούτων ὁ Κλεομένης αὐτήκοος γενόμενος, καὶ πρὶν αἰσθέσθαι τὸν Πτολεμαῖον ἀναχωρήσας ἔφρασε τοῖς φίλοις. εὐθὺς οὖν πάντες ἃς πρότερον εἶχον ἐλπίδας ἐκβαλόντες, πρὸς ὀργὴν ἐβουλεύσαντο τοῦ Πτολεμαίου τὴν ἀδικίαν ἀμυνάμενοι καὶ τὴν ὕβριν ἀξίως τῆς Σπάρτης ἀποθανεῖν, καὶ μὴ περιμένειν ὥσπερ ἱερεῖα πιανθέντας κατακοπῆναι· δεινὸν γάρ, εἰ2 τὰς πρὸς Ἀντίγονον, ἄνδρα πολεμιστὴν καὶ δραστήριον, διαλύσεις ὑπεριδὼν Κλεομένης κάθηται μητραγύρτου βασιλέως σχολὴν ἀναμένων, ὅταν πρῶτον ἀπόθηται τὸ τύμπανον καὶ καταπαύσῃ τὸν θίασον, ἀποκτενοῦντος αὐτόν.3
克里昂米尼亲耳听到了这些话,赶在托勒密察觉之前退了回去,并告知了朋友们。于是众人立刻抛弃了之前所抱有的一切希望,在激愤中决意报复托勒密的不义与侮辱,以配得上斯巴达的方式赴死,绝不坐等像祭牲一样被养肥后再遭宰杀;因为克里昂米尼曾蔑视与安提柯——一位骁勇善战且果敢坚毅的人物——的议和,如今若竟坐等一个宛如行乞术士般的国王腾出空闲,待其一放下手鼓、停止狂欢便将自己处死,那该是何等骇人而可悲的事。
- Cleomenes.36.2ὡς δὴ μέγα θηρίον καὶ δυστήρητον ἀμελῶς φυλάττουσι καὶ ῥᾳθύμως
小品词 ὡς δή 连同现在时分词复数与格 φυλάττουσι(与 τοῖς φύλαξιν 一致) 引出斥责的理由或托词,意为“借口/好像他们看守着……一样”。其中的 μέγα θηρίον 作为比喻性的宾格补足语,代指克里昂米尼。
- Cleomenes.36.4δεινὸν γάρ, εἰ
情感评价的习惯句式,即 δεινόν [ἐστι] 后接 εἰ 从句,表示“若是……那可真是骇人/荒谬之事”。分词短语 τὰς πρὸς Ἀντίγονον... διαλύσεις ὑπεριδών 嵌入其中,从属于谓语动词 κάθηται。
- Cleomenes.36.4μητραγύρτου βασιλέως σχολὴν ἀναμένων, ὅταν πρῶτον ἀπόθηται τὸ τύμπανον καὶ καταπαύσῃ τὸν θίασον, ἀποκτενοῦντος αὐτόν
将来时分词 ἀποκτενοῦντος 修饰属格短语 μητραγύρτου βασιλέως,整个成分依附于宾格名词 σχολήν(“等待着那个行乞术士般的国王腾出空闲来杀死他”)。ὅταν 从句则具体限定了分词 ἀποκτενοῦντος 动作发生的时间点。
