- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.35.1-Cleomenes.35.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
麦塞尼亚人尼卡戈拉斯前来追讨旧债未果,遂向索西比乌斯告发克里昂米尼的嘲弄,并留信构陷其企图叛乱,导致克里昂米尼遭到软禁。
τοιούτων δὲ τῶν κατʼ αὐτὸν ὄντων πραγμάτων ἀφικνεῖται Νικαγόρας ὁ Μεσσήνιος εἰς Ἀλεξάνδρειαν, ἀνὴρ μισῶν μὲν τὸν Κλεομένη, προσποιούμενος δὲ φίλος εἶναι· χωρίον δέ ποτε καλὸν αὐτῷ πεπρακώς καὶ διʼ ἀσχολίαν, ὡς ἔοικε, διὰ πολέμους οὐκ ἀπειληφὼς τὸ ἀργύριον. τοῦτον οὖν ἐκβαίνοντα τότε τῆς ὁλκάδος ἰδὼν ὁ Κλεομένης ἔτυχε γὰρ ἐν τῇ κρηπῖδι τοῦ λιμένος περιπατῶν ἠσπάζετο προθύμως καὶ τίς αὐτὸν εἰς Αἴγυπτον ἄγοι πρόφασις ἠρώτα.
在他身处的境况正是如此之际,麦塞尼亚人尼卡戈拉斯来到了亚历山大里亚;此人痛恨克里昂米尼,表面上却伪装成他的朋友。他曾卖给克里昂米尼一处上好的地产,但似乎因为战乱带来的纷扰,一直未能收回款项。克里昂米尼那时碰巧在港口的码头上散步,一见到此人从商船上走下来,便热情地向他致意,并询问他是因何缘由来到埃及。
τοῦ δὲ Νικαγόρου φιλοφρόνως ἀντασπαζομένου καὶ φήσαντος ἵππους ἄγειν τῷ βασιλεῖ καλοὺς τῶν πολεμιστηρίων, γελάσας ὁ Κλεομένης, ἐβουλόμην ἄν, ἔφη, σε μᾶλλον ἥκειν ἄγοντα1 σαμβυκιστρίας καὶ κιναίδους· ταῦτα γὰρ νῦν μάλιστα κατεπείγει τὸν βασιλέα. καὶ ὁ Νικαγόρας τότε μὲν ἐμειδίασεν ἡμέραις δὲ ὕστερον ὀλίγαις ὑπομνήσας τοῦ χωρίου τὸν Κλεομένην νῦν γοῦν ἐδεῖτο τὴν τιμὴν ἀπολαβεῖν, ὡς οὐκ ἂν ἐνοχλήσας, εἰ μὴ περὶ τὴν τῶν φορτίων διάθεσιν μετρίως ἐζημιοῦτο.2
尼卡戈拉斯亲切地回礼,并声称自己是为国王带来了优良的战马;克里昂米尼听后笑着说: “我倒更希望你是带着弹拨琴的女乐和男宠来的;因为眼下国王最急迫需要的正是这些东西。” 当时尼卡戈拉斯只笑了笑,但数日之后,他向克里昂米尼提起了那处地产,请求至少现在能收回款项,并声明若非自己在货物处置上蒙受了一定程度的亏损,本不会来打扰他。
τοῦ δὲ Κλεομένους φήσαντος οὐδὲν αὐτῷ περιεῖναι τῶν δεδομένων, λυπηθεὶς ὁ Νικαγόρας ἐκφέρει τῷ Σωσιβίῳ τὸ σκῶμμα τοῦ Κλεομένους, ὁ δὲ καὶ τοῦτο μὲν ἀσμένως ἔλαβεν, ἐκ δὲ μείζονος αἰτίας τὸν βασιλέα παροξῦναι ζητῶν ἔπεισε τὸν Νικαγόραν ἐπιστολὴν γράψαντα κατὰ τοῦ Κλεομένους ἀπολιπεῖν, ὡς ἐγνωκότος, εἰ λάβοι τριήρεις καὶ στρατιώτας παρʼ αὐτοῦ, Κυρήνην κατασχεῖν.3
然而克里昂米尼回答说,所赐予他的财物已荡然无存;尼卡戈拉斯心生怨恨,便将克里昂米尼的那句嘲讽泄露给了索西比乌斯。索西比乌斯固然乐于收下这一把柄,但为了以更重大的由头激怒国王,他说服尼卡戈拉斯留下一封控告克里昂米尼的信,信中声称克里昂米尼已打定主意,一旦从国王那里获得三列桨座战船和士兵,就要夺取昔兰尼。
ὁ μὲν οὖν Νικαγόρας ταῦτα γράψας ἀπέπλευσε· τοῦ δὲ Σωσιβίου μετὰ τέσσαρας ἡμέρας τὴν ἐπιστολὴν πρὸς τὸν Πτολεμαῖον ἀνενεγκόντος ὡς ἀρτίως αὐτῷ δεδομένην καὶ παροξύναντος τὸ μειράκιον, ἔδοξεν εἰς οἰκίαν μεγάλην εἰσαγαγεῖν τὸν Κλεομένην, καὶ τὴν ἄλλην ὁμοίως παρέχοντας δίαιταν ἐξόδων εἴργειν.4
于是,尼卡戈拉斯写下了这些内容便扬帆出海了;四天之后,索西比乌斯把这封信呈递给托勒密,假装是刚收到的一样,借此激怒了这个年轻人;于是朝廷决定将克里昂米尼送入一所大宅邸中,在其他生活起居方面照常供给的同时,禁止他外出。
- Cleomenes.35.2ἐβουλόμην ἄν, ἔφη, σε μᾶλλον ἥκειν ἄγοντα
直陈式未完成过去时加 ἄν(ἐβουλόμην ἄν)表示与事实相反的愿望(“我倒宁愿你……”)。σε 作为主语与不定式 ἥκειν 构成带宾格的不定式结构,现在分词 ἄγοντα 说明来到时的状态与伴随动作。
- Cleomenes.35.2ὡς οὐκ ἂν ἐνοχλήσας, εἰ μὴ περὶ τὴν τῶν φορτίων διάθεσιν μετρίως ἐζημιοῦτο
带有 ὡς 的分词加 ἄν(οὐκ ἂν ἐνοχλήσας)用于间接引语中,代表非真实条件句的结论部分(相当于直陈式的 οὐκ ἂν ἠνώχλησα)。它与条件从句 εἰ μὴ ... ἐζημιοῦτο(直陈式未完成过去时)相呼应,表达尼卡戈拉斯主观陈述的理由:“声称若非蒙受亏损,本不会前来相扰”。
- Cleomenes.35.3ὡς ἐγνωκότος, εἰ λάβοι τριήρεις καὶ στρατιώτας παρʼ αὐτοῦ, Κυρήνην κατασχεῖν
ὡς ἐγνωκότος 是带有 ὡς 的独立属格结构(逻辑主语承前指克里昂米尼),用以表示信中捏造的企图与罪名。完成时分词 ἐγνωκότος 支配不定式 κατασχεῖν(“已决意占领”),其中的从属条件从句 εἰ λάβοι(过去祈愿式)是在历史时态间接引语中由原话的假设语气转来的。
- Cleomenes.35.4καὶ τὴν ἄλλην ὁμοίως παρέχοντας δίαιταν ἐξόδων εἴργειν
分词 παρέχοντας(阳性宾格复数)与非人称动词 ἔδοξεν(“决定……”)所支配的不定式 εἰσαγαγεῖν 和 εἴργειν 的未明述逻辑主语(即负责看管的官吏或卫兵)在性、数、格上一致,构成带宾格的不定式结构。
