- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.32.1-Cleomenes.32.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克里昂米尼抵达亚历山大里亚后,凭借其品格与深谋远虑获得了托勒密王的赏识;托勒密许诺资助他复位,并赐予巨额年金,克里昂米尼将这笔收入主要用于赈济在埃及的希腊流亡者。
ὁ δὲ Κλεομένης ἀπὸ τῶν Αἰγιαλῶν ἀναχθεὶς τῇ Λιβύῃ προσέβαλε, καὶ διὰ τῶν βασιλικῶν παραπεμπόμενος ἧκεν εἰς Ἀλεξάνδρειαν. ὀφθεὶς δὲ τῷ Πτολεμαίῳ, κατʼ ἀρχὰς μὲν ἐτύγχανε κοινῶς φιλανθρώπου καὶ μετρίου πρὸς αὐτόν· ἐπεὶ δὲ γνώμης διδοὺς πεῖραν ἀνὴρ ἐφαίνετʼ ἔμφρων, καὶ τῆς καθʼ ἡμέραν ὁμιλίας αὐτοῦ τὸ Λακωνικὸν καὶ ἀφελὲς τὴν χάριν ἐλευθέριον εἶχε, καὶ τὴν εὐγένειαν οὐδαμῇ καταισχύνων οὐδὲ καμπτόμενος ὑπὸ τῆς τύχης, τῶν πρὸς ἡδονὴν καὶ κολακείαν διαλεγομένων πιθανώτερος ἐφαίνετο, πολλὴ μὲν αἰδὼς καὶ μετάνοια τὸν Πτολεμαῖον εἶχεν ἀνδρὸς ἀμελήσαντα τοιούτου καὶ προέμενον1 τῷ Ἀντιγόνῳ, δόξαν ἅμα κεκτημένῳ τηλικαύτην καὶ δύναμιν,2 ἀναλαμβάνων δὲ τιμαῖς καὶ φιλοφροσύναις τὸν Κλεομένη παρεθάρρυνεν ὡς μετὰ νεῶν καὶ χρημάτων ἀποστελῶν αὑτὸν εἰς τὴν Ἑλλάδα καὶ καταστήσων εἰς τὴν βασιλείαν.3
克里昂米尼从艾吉亚利亚起航抵达利比亚,并在王室官员的护送下来到亚历山大里亚。在觐见托勒密之初,他只得到了寻常的客套与平淡的礼遇;但当克里昂米尼展现其见识,显露出明达深沉的器识,且在日常交往中其斯巴达式的朴质带有一种高贵的风致,加之他绝未辱没其高贵的出身,亦未在厄运面前屈服,反而比那些阿谀谄媚之辈显得更加令人信服时,托勒密便深感羞愧与懊悔,悔恨自己竟忽视了这样一位人物,而将其弃之于安提柯,使安提柯得以同时攫取了如此巨大的威名与权势。于是托勒密以礼遇和厚意抚慰克里昂米尼,激励他并承诺将拨给他船只与金钱,送他返回希腊,助其重登王位。
ἐδίδου δὲ καὶ σύνταξιν αὐτῷ τέσσαρα καὶ εἴκοσι τάλαντα καθʼ ἕκαστον ἐνιαυτόν. ἀφʼ ὧν ἐκεῖνος αὑτὸν καὶ τοὺς φίλους εὐτελῶς καὶ σωφρόνως διοικῶν, τὰ πλεῖστα κατανήλισκεν εἰς φιλανθρωπίας καὶ μεταδόσεις τῶν ἀπὸ τῆς Ἑλλάδος εἰς Αἴγυπτον ἐκπεπτωκότων.
不仅如此,托勒密每年还发给他二十四塔兰同的年金津贴。克里昂米尼以此俭朴节制地料理自己与友人,却将绝大部分资财用于慈善,分发救济那些从希腊流亡至埃及的人。
- Cleomenes.32.2ἀμελήσαντα ... καὶ προέμενον
宾格分词ἀμελήσαντα与προέμενον在性数格上与主句动词εἶχεν的直接宾语τὸν Πτολεμαῖον一致,用以说明托勒密产生羞愧与悔恨(αἰδὼς καὶ μετάνοια)的原因。
- Cleomenes.32.2δόξαν ἅμα κεκτημένῳ τηλικαύτην καὶ δύναμιν
与格分词κεκτημένῳ与紧邻的与格名词τῷ Ἀντιγόνῳ一致。副词ἅμα意为“同时/随之”,表明由于托勒密的放任,安提柯进而获得了如此巨大的名望与势力。
- Cleomenes.32.2ὡς μετὰ νεῶν καὶ χρημάτων ἀποστελῶν αὑτὸν εἰς τὴν Ἑλλάδα καὶ καταστήσων εἰς τὴν βασιλείαν
连词ὡς后接将来分词(ἀποστελῶν与καταστήσων),用以表示主语(托勒密)宣称的意图或应允的承诺。反身代词αὑτόν在语境中指代克里昂米尼。
