- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.33.1-Cleomenes.33.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
托勒密三世去世后宫廷陷入纵欲与妇人之治,新王托勒密四世企图除掉其弟马加斯并向克里昂米尼问策;克里昂米尼劝阻弑弟,并自陈对雇佣军的影响力,但这番话随后却使朝臣将其视为“羊群中的雄狮”而深生忌惮。
ὁ μὲν οὖν πρεσβύτερος Πτολεμαῖος πρὶν ἐκτελέσαι τῷ Κλεομένει τὴν ἔκπεμψιν ἐτελεύτησε τῆς δὲ βασιλείας εὐθὺς εἰς πολλὴν ἀσέλγειαν καὶ παροινίαν καὶ γυναικοκρατίαν ἐμπεσούσης ἠμελεῖτο καὶ τὰ τοῦ Κλεομένους.
老托勒密尚未完成将克里昂米尼送回本国的安排便已去世;随着王国随即陷入极端的放荡、酗酒和裙带妇人之治,克里昂米尼之事亦被搁置一旁。
ὁ μὲν γὰρ βασιλεὺς αὐτὸς οὕτω διέφθαρτο τὴν ψυχὴν ὑπὸ γυναικῶν καὶ πότων ὥστε, ὁπότε νήφοι μάλιστα καὶ σπουδαιότατος αὑτοῦ γένοιτο,1 τελετὰς τελεῖν καὶ τύμπανον ἔχων ἐν τοῖς βασιλείοις ἀγείρειν, τὰ δὲ μέγιστα τῆς ἀρχῆς πράγματα διοικεῖν Ἀγαθόκλειαν τὴν ἐρωμένην τοῦ βασιλέως καὶ τὴν ταύτης μητέρα καὶ πορνοβοσκὸν Οἰνάνθην.
因为国王本人的心灵已被妇人和纵酒腐蚀殆尽,以致于每当他最为清醒、自居最严肃之时,却在王宫里手持手鼓四处托钵,主持神秘祭仪;而国政之最重大事务,则由国王的情妇阿加托克蕾亚及其鸨母奥伊南忒所执掌。
ὅμως δʼ οὖν ἔδοξέ τις ἐν ἀρχῇ καὶ τοῦ Κλεομένους χρεία γεγονέναι. δεδιὼς γὰρ Μάγαν τὸν ἀδελφὸν Πτολεμαῖος, ὡς ἰσχύοντα διὰ τῆς μητρὸς ἐν τῷ στρατιωτικῷ, τὸν Κλεομένη προσελάμβανε καὶ μετεδίδου τῶν ἀπορρήτων συνεδρίων, βουλευόμενος ἀνελεῖν τὸν ἀδελφόν. ὁ δέ, καίπερ ἁπάντων τοῦτο πράττειν κελευόντων, μόνος ἀπηγόρευσεν, εἰπὼν ὡς μᾶλλον, εἰ δυνατὸν ἦν, ἔδει φῦσαι τῷ βασιλεῖ πλείονας ἀδελφοὺς2 πρὸς ἀσφάλειαν καὶ διαμονὴν τῶν πραγμάτων.
尽管如此,起初克里昂米尼似乎还是派上了一些用场。原来托勒密畏惧其弟马加斯,因其弟凭借母亲之力在军队中颇有势力,托勒密遂拉拢克里昂米尼并邀其共议机密,图谋除掉其弟。然而克里昂米尼在众皆劝行此事之际,唯独他一人予以劝阻,说如果可能的话,为了政权的稳固与存续,反而应当为国王生出更多的兄弟才对。
Σωσιβίου δὲ τοῦ πλεῖστον ἐν τοῖς φίλοις δυναμένου φήσαντος οὐκ εἶναι τὰ τῶν μισθοφόρων αὐτοῖς βέβαια τοῦ Μάγα ζῶντος, ἀμελεῖν ἐκέλευσεν ὁ Κλεομένης ἕνεκά γε τούτου· πλείους γὰρ ἢ τρισχιλίους τῶν ξένων εἶναι Πελοποννησίους προσέχοντας αὐτῷ, κἂν μόνον νεύσῃ, προθύμως μετὰ τῶν ὅπλων παρεσομένους.
及至托勒密的密友中权势最大的索西比乌斯指出,只要马加斯尚在人世,雇佣军对于他们便不可靠时,克里昂米尼教其在此事上无须多虑:因为外邦雇佣军中有三千余人是客居的伯罗奔尼撒人,他们心向自己,只要自己示意点头,便会踊跃执戈而来。
οὗτος ὁ λόγος τότε μὲν οὐ μικρὰν τῷ Κλεομένει καὶ πίστιν εὐνοίας καὶ δόκησιν ἰσχύος προσέθηκεν, ὕστερον δέ, τοῦ Πτολεμαίου τῆς ἀσθενείας ἐπιτεινούσης τὴν δειλίαν, καὶ καθάπερ εἴωθεν ἐν τῷ μηδὲν φρονεῖν, τοῦ πάντα δεδοικέναι καὶ πᾶσιν ἀπιστεῖν ἀσφαλεστάτου δοκοῦντος εἶναι,3 φοβερὸν ἐποίει τὸν Κλεομένη τοῖς αὐλικοῖς, ὡς ἰσχύοντα παρὰ τοῖς ξένοις·
这番话在当时固然为克里昂米尼赢得了不菲的忠诚信任与实力威望;但后来,随着托勒密的懦弱加剧了他的恐惧,且如同缺乏见识者通常的表现一样,在凡事戒惧、猜忌一切被视作最为保险之策时,这番话却使宫臣们将克里昂米尼视作畏葸之源,只因他在雇佣兵中拥有这般实力。
καὶ πολλῶν ἦν ἀκούειν λεγόντων ὅτι οὗτος ὁ λέων ἐν τούτοις τοῖς προβάτοις ἀναστρέφεται. τῷ γὰρ ὄντι τοιοῦτον διέφαινεν ἦθος ἐν τοῖς βασιλικοῖς, ὑποβλέπων ἀτρέμα καὶ παρεπισκοπῶν τὰ πραττόμενα.
人们常常听得许多人议论道: “这头雄狮正游走在群羊之中。” 因为事实上,克里昂米尼在王宫中神情冷峻,暗中斜视并窥察所发生的一切,委实流露出这般气概。
- Cleomenes.33.2σπουδαιότατος αὑτοῦ γένοιτο
最高级形容词 σπουδαιότατος 与反身代词属格 αὑτοῦ 连用,构成希腊语的一种惯用表达,表示与自身通常状态相比较的极端程度,意为“当他自身处于最为严肃/最正经之时”,而非与其他人的横向对比。
- Cleomenes.33.3ἔδει φῦσαι τῷ βασιλεῖ πλείονας ἀδελφοὺς
无人称动词 ἔδει(带有非真实条件语气,“本应当”)接不定词 φῦσαι。动词 φύω 的第一不定过去时主动形态 φῦσαι 具有使役及及物动词意义(“使生出/产生”),支配宾格宾语 πλείονας ἀδελφούς,τῷ βασιλεῖ 为利益与格(“为国王”),其主语在语境中隐含为“大自然”或双亲。
- Cleomenes.33.5τοῦ πάντα δεδοικέναι καὶ πᾶσιν ἀπιστεῖν ἀσφαλεστάτου δοκοῦντος εἶναι
属格独立结构。带冠词的不定词短语 τοῦ πάντα δεδοικέναι καὶ πᾶσιν ἀπιστεῖν 用作分词短语 δοκοῦντος εἶναι 的主语,ἀσφαλεστάτου 作为表语形容词与其性数格保持一致(属格单数),意为“在将‘凡事戒惧、猜忌一切’视为最安全之策的情况下”。
