← 普鲁塔克

亚基斯与克里昂米尼传

§Cleomenes.31.1-Cleomenes.31.6

塞律基翁劝死与克里昂米尼的拒绝

克里昂米尼停靠艾吉亚利亚岛时,友人塞律基翁劝他自尽以保全名节,勿前往埃及受辱称臣;克里昂米尼驳斥了逃避苦难的求死之举,主张不弃复国之望,塞律基翁随后暗自自刎。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Cleomenes.31.1

Κλεομένης δὲ πλέων ἀπὸ Κυθήρων εἰς νῆσον ἑτέραν, Αἰγιαλίαν, κατέσχεν. ὅθεν εἰς Κυρήνην περαιοῦσθαι μέλλοντος αὐτοῦ, τῶν φίλων εἷς ὄνομα Θηρυκίων, ἀνὴρ πρός τε τὰς πράξεις φρονήματι κεχρημένος μεγάλῳ καὶ τοῖς λόγοις γεγονώς τις ὑψηλὸς ἀεὶ καὶ μεγάλαυχος, ἐντυχὼν αὐτῷ κατʼ ἰδίαν, τὸν μὲν κάλλιστον, εἶπεν, ὦ βασιλεῦ, θάνατον τὸν ἐν τῇ μάχῃ προηκάμεθα.

克里昂米尼从基西拉岛启航,驶抵另一座岛屿艾吉亚利亚。正当他准备从那里渡海前往昔兰尼时,他的一位友人,名叫塞律基翁——此人在行动中素怀远大抱负,在言谈中也向来高迈自负——私下会见了他,说道: “王啊, 我们已经错失了最美好的死,那就是战死沙场。

§Cleomenes.31.2

καίτοι πάντες ἤκουσαν ἡμῶν λεγόντων ὡς οὐχ ὑπερβήσεται τὸν βασιλέα τῶν Σπαρτιατῶν Ἀντίγονος εἰ μὴ νεκρόν. ὁ δὲ δεύτερος δόξῃ καὶ ἀρετῇ νῦν ἔτι πάρεστιν ἡμῖν. ποῖ πλέομεν ἀλογίστως, ἀποφεύγοντες ἐγγὺς ὂν κακὸν καὶ μακρὰν διώκοντες; εἰ γὰρ οὐκ αἰσχρόν ἐστι δουλεύειν τοῖς ἀπὸ Φιλίππου καὶ Ἀλεξάνδρου τοὺς ἀφʼ Ἡρακλέους, πλοῦν πολὺν κερδανοῦμεν Ἀντιγόνῳ παραδόντες ἑαυτούς, ὃν εἰκός ἐστι Πτολεμαίου διαφέρειν ὅσον Αἰγυπτίων Μακεδόνας, εἰ δὲ ὑφʼ ὧν κεκρατήμεθα τοῖς ὅπλοις οὐκ ἀξιοῦμεν ἄρχεσθαι, τί τὸν μὴ νενικηκότα δεσπότην ποιοῦμεν αὑτῶν, ἵνα ἀνθʼ ἑνὸς δυεῖν κακίους φανῶμεν, Ἀντίγονον μὲν φεύγοντες, Πτολεμαῖον δὲ κολακεύοντες; ἢ διὰ τὴν μητέρα φήσομεν εἰς Αἴγυπτον ἥκειν; καλὸν μεντἂν αὐτῇ θέαμα γένοιο καὶ ζηλωτόν1 ἐπιδεικνυμένῃ ταῖς Πτολεμαίου γυναιξὶν αἰχμάλωτον ἐκ βασιλέως καὶ φυγάδα τὸν υἱόν.

然而众人都曾听我们说过,安提柯除非踏着斯巴达之王的尸体,否则绝无法越过他。但就声誉与德行而言位列次席的死,如今依然摆在我们面前。我们究竟盲目地驶向何方,避开近在咫尺之害,反去追逐远方之患?因为如果赫拉克勒斯的后裔臣服于腓力与亚历山大的后裔并非耻辱,那么我们向安提柯投降便可省去长途航行,而他胜过托勒密,理应正如马其顿人胜过埃及人一般。但如果我们不屑于受那些在武器上击败我们的人统治,为何又要让一个未曾战胜我们的人成为自己的主人,从而不是显得不如一人,而是显得不如二人,既逃避安提柯,又谄媚托勒密?难道我们要宣称,去往埃及是为了母亲吗?当你母亲向托勒密的夫人们展示自己的儿子由一国之君沦为俘虏与流亡者时,你对她而言可真是一副美妙而令人艳羡的景象!

§Cleomenes.31.4

οὐχ ἕως ἔτι τῶν ἰδίων ξιφῶν ἄρχομεν καὶ τὴν Λακωνικὴν ἀφορῶμεν, ἐνταῦθα τῆς τύχης ἀπαλλάξαντες ἑαυτοὺς ἀπολογησόμεθα τοῖς ἐν Σελασίᾳ κειμένοις ὑπὲρ τῆς Σπάρτης, ἀλλʼ ἐν Αἰγύπτῳ καθεδούμεθα2 πυνθανόμενοι τίνα τῆς Λακεδαίμονος σατράπην Ἀντίγονος ἀπολέλοιπε; τοιαῦτα τοῦ Θηρυκίωνος εἰπόντος ὁ Κλεομένης ἀπεκρίνατο, τῶν ἀνθρωπίνων τὸ ῥᾷστον, ὦ πόνηρε, καὶ πᾶσιν ἐν ἑτοίμῳ διώκων, ἀποθανεῖν, ἀνδρεῖος εἶναι δοκεῖς, φεύγων αἰσχίονα φυγὴν τῆς πρότερον;

难道我们不该趁着还能掌控自己的佩剑、还能遥望拉科尼亚大地之时,在此摆脱命运的摆布,向那些在塞拉西亚为斯巴达战死的人交代,反而要枯坐在埃及,打听安提柯在拉刻代蒙留下了哪位总督吗?” 塞律基翁言毕,克里昂米尼回答道: “可悲的人啊,你追求死亡这件人间至易、对所有人而言触手可及之事,却在作比此前更为可耻的遁逃,难道还自以为勇敢吗?

§Cleomenes.31.5

πολεμίοις μὲν γὰρ ἐνέδωκαν ἤδη καὶ κρείττονες ἡμῶν, ἢ τύχῃ σφαλέντες ἢ βιασθέντες ὑπὸ πλήθους· ὁ δὲ πρὸς πόνους καὶ ταλαιπωρίας ἢ ψόγους καὶ δόξας ἀνθρώπων ἀπα· γορεύων ἡττᾶται τῆς αὑτοῦ μαλακίας, δεῖ γὰρ τὸν αὐθαίρετον θάνατον οὐ φυγὴν εἶναι πράξεων, ἀλλὰ πρᾶξιν. αἰσχρόν γὰρ καὶ ζῆν μόνοις ἑαυτοῖς καὶ ἀποθνῄσκειν· ἐφʼ ὃ νῦν σὺ παρακαλεῖς ἡμᾶς, σπεύδων ἀπαλλαγῆναι τῶν παρόντων, καλὸν δὲ οὐδὲν οὐδὲ χρήσιμον ἄλλο διαπραττόμενος, ἐγὼ δὲ καὶ σὲ καὶ ἐμαυτὸν οἴομαι δεῖν τὰς ὑπὲρ τῆς πατρίδος ἐλπίδας μὴ καταλιπεῖν ὅπου δʼ ἂν ἡμᾶς ἐκεῖναι καταλίπωσι, ῥᾷστα βουλομένοις ἀποθανεῖν ὑπάρξει.3 πρὸς ταῦτα Θηρυκίων οὐδὲν ἀντειπών, ὅτε πρῶτον ἔσχε καιρὸν ἀποστῆναι τοῦ Κλεομένους, ἐκτραπόμενος παρὰ τὸν αἰγιαλὸν ἔσφαξεν ἑαυτόν.

因为败于敌手之事,即使比我们优秀的人也曾经历过,或是受命运所误,或是为众寡所迫;但若面对劳苦与艰难,或人们的责难与议论而退缩放弃,则是败给了自身的软弱。盖自绝之死不应当是对行动的逃避,而应当是一项行动。仅仅为了自己而生与死皆是可耻的;而你现在所劝促我们的正是此事,你急于摆脱当下的困境,却未能成就任何崇高或有益之事。但我认为,无论你还是我,都不应当放弃对祖国的希望;而无论何时这些希望离弃了我们,只要我们愿意,死亡随时唾手可得。” 对于这些话,塞律基翁并未反驳;但他一得到离开克里昂米尼的机会,便拐向海滩,自刎而死。

语法注3 条
  1. Cleomenes.31.3καλὸν μεντἂν αὐτῇ θέαμα γένοιο καὶ ζηλωτόν

    μεντἂν 是 μέντοι ἄν 的缩合形式。语气词 μέντοι 结合了表潜势/非真实条件的 ἄν,与祈愿语气动词 γένοιο 搭配,构成极具讽刺意味的虚拟陈述(“你对她而言可真会成为一副美妙而令人艳羡的景象”)。

  2. Cleomenes.31.4οὐχ ἕως ἔτι τῶν ἰδίων ξιφῶν ἄρχομεν καὶ τὴν Λακωνικὴν ἀφορῶμεν, ἐνταῦθα τῆς τύχης ἀπαλλάξαντες ἑαυτοὺς ἀπολογησόμεθα τοῖς ἐν Σελασίᾳ κειμένοις ὑπὲρ τῆς Σπάρτης, ἀλλʼ ἐν Αἰγύπτῳ καθεδούμεθα

    该句由 οὐχ 与 ἀλλά 构成的呼应关系组成反问句,核心骨架是两个将来时直陈语气动词的对立:“οὐχ ... ἀπολογησόμεθα(难道我们不向……交代)”与“ἀλλʼ ... καθεδούμεθα(反而要枯坐于……)”。由 ἕως 引导的时间从句(“趁我们还能掌控佩剑并遥望……”)修饰前一个分句,并限定分词短语 ἐνταῦθα τῆς τύχης ἀπαλλάξαντες ἑαυτούς。

  3. Cleomenes.31.6ῥᾷστα βουλομένοις ἀποθανεῖν ὑπάρξει

    βουλομένοις 是依附于非人称动词 ὑπάρξει(“可能/触手可及”)的与格(关系与格或利害与格)。类似于希腊语常见习语 βουλομένῳ μοί ἐστι,在此表示“对于心愿如此者而言,死将唾手可得/极为容易”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.31.1-Cleomenes.31.6