- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.30.1-Cleomenes.30.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安提柯攻占斯巴达后宽厚待之并在第三日撤退,抱重病回师马其顿迎击蛮族,在大胜之后咯血而亡。
ὁ δὲ Ἀντίγονος ἐξ ἐφόδου παραλαβὼν τὴν πόλιν, καὶ χρησάμενος τοῖς Λακεδαιμονίοις φιλανθρώπως, καὶ τὸ ἀξίωμα τῆς Σπάρτης οὐ προπηλακίσας οὐδʼ ἐνυβρίσας, ἀλλὰ καὶ νόμους καὶ πολιτείαν ἀποδοὺς καὶ τοῖς θεοῖς θύσας, ἀνεχώρησεν ἡμέρᾳ τρίτῃ, πυθόμενος ἐν Μακεδονίᾳ πολὺν πόλεμον εἶναι καὶ πορθεῖσθαι τὴν χώραν ὑπὸ τῶν βαρβάρων, ἤδη δὲ καὶ τὸ νόσημα κατεῖχεν αὐτόν, εἰς φθίσιν ἐκβεβηκὸς ἰσχυρὰν καὶ κατάρρουν σύντονον.
安提柯一举攻占了该城,却宽厚地对待拉刻代蒙人,既没有侮辱也没有践踏斯巴达的尊严,反而将法律与政制归还他们,并在向诸神献祭之后,于第三天撤军;因为他得知马其顿战事激烈,国土正遭受蛮族蹂躏。此时,疾病也已紧紧缠住了他,恶化为剧烈的肺痨与急性黏膜充血。
οὐ μὴν ἀπεῖπεν, ἀλλʼ ἀντήρκεσε πρὸς τοὺς οἰκείους ἀγῶνας ὅσον ἐπὶ νίκῃ μεγίστῃ καὶ φόνῳ πλείστῳ τῶν βαρβάρων εὐκλεέστερον ἀποθανεῖν,1 ὡς μὲν εἰκός ἐστι καὶ λέγουσιν οἱ περὶ Φύλαρχον, αὐτῇ τῇ περὶ τὸν ἀγῶνα κραυγῇ τὸ σῶμα προσαναρρήξας ἐν δὲ ταῖς σχολαῖς ἦν ἀκούειν ὅτι βοῶν μετὰ τὴν νίκην ὑπὸ χαρᾶς, ὦ καλῆς ἡμέρας,2 πλῆθος αἵματος ἀνήγαγε καὶ πυρέξας συντόνως ἐτελεύτησε. ταῦτα μὲν τὰ περὶ Ἀντίγονον.
然而他并未屈服,而是顽强支撑着应对国内的战事,足以在获得最伟大的胜利并大肆屠杀蛮族之上,赢得更为荣耀的死亡——正如菲拉耳库斯一派所言,且合乎情理的那样,他是因战斗中的呐喊本身进一步撕裂了身体;而在学园闲谈中常能听闻的是,他在胜后因喜悦而高呼: “啊,多么美好的一天!” 随即咳出大量鲜血,因高烧不退而亡。关于安提柯之事便止于此。
- Cleomenes.30.2ὅσον ἐπὶ νίκῃ μεγίστῃ καὶ φόνῳ πλείστῳ τῶν βαρβάρων εὐκλεέστερον ἀποθανεῖν
关系副词 ὅσον 搭配不定式 ἀποθανεῖν,表示程度或结果(“足以使他……/直到他能够……”)。介词 ἐπί 接与格在此表示“在……的条件/基础之上”。
- Cleomenes.30.2ὦ καλῆς ἡμέρας
感叹属格(Genitive of exclamation)。感叹词 ὦ 搭配属格名词短语,是用以表达强烈情感的惯用句式(“啊,多么美好的一天!”)。
