- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.29.1-Cleomenes.29.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
战败归城的克里昂米尼建议市民接纳安提柯,在自家稍作休整与权衡后,随即与友人赶赴吉雄登船流亡。
ἐπεὶ δὲ εἰς τὴν πόλιν ἀφίκετο, τοῖς μὲν ἀπαντήσασι τῶν πολιτῶν παρῄνει δέχεσθαι τὸν Ἀντίγονον, αὐτὸς δὲ εἶπεν εἴτε ζῶν εἴτε ἀποθανών, ὃ μέλλοι τῇ Σπάρτῃ συνοίσειν, τοῦτο πράξειν. ὁρῶν δὲ τὰς γυναῖκας τοῖς μετʼ αὐτοῦ πεφευγόσι προστρεχούσας καὶ δεχομένας τὰ ὅπλα καὶ ποτὸν προσφερούσας, αὐτὸς εἰσῆλθε μὲν εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ, τῆς δὲ παιδίσκης, ἣν εἶχεν, ἐλευθέραν οὖσαν ἐκ Μεγάλης πόλεως ἀνειληφὼς1 μετὰ τὴν τῆς γυναικὸς τελευτήν, ὡς εἴθιστο, προσιούσης καὶ βουλομένης ἀπὸ στρατείας ἥκοντα θεραπεύειν, οὔτε πιεῖν ἐκδεδιψηκὼς ὑπέμεινεν οὔτε καθίσαι κεκμηκώς, ἀλλʼ ὥσπερ ἐτύγχανε τεθωρακισμένος τῶν κιόνων τινὶ τὴν χεῖρα προσβαλὼν πλαγίαν καὶ τὸ πρόσωπον ἐπὶ τὸν πῆχυν ἐπιθείς, καὶ χρόνον οὐ πολὺν οὕτω διαναπαύσας τὸ σῶμα καὶ τῇ διανοίᾳ περιδραμὼν ἅπαντας τοὺς λογισμούς, ὥρμησε2 μετὰ τῶν φίλων εἰς τὸ Γύθιον. κἀκεῖθεν ἐπιβάντες ἐπʼ αὐτὸ τοῦτο παρεσκευασμένων πλοίων ἀνήχθησαν.
当他到达城中时,向迎面而来的市民建议接纳安提柯,并表示自己无论生死,都会去做有利于斯巴达的事情。他看到妇人们纷纷跑向与他一同逃回的人,接过他们的武器并端来饮水,自己则走进了自己的府邸。他的侍女——这是他在妻子死后收留的女子,原是出身于美伽罗波利斯的自由民——照例迎上前去,想要照料征战归来的他;然而,他虽干渴至极却不愿饮水,虽疲惫不堪也不愿坐下,而是保持着披挂铠甲的原样,把一只手臂横靠在一根柱子上,将脸贴在小臂上。就这样让身体稍事歇息,并在心中飞快地权衡了所有的考量之后,他与友人们一同奔向吉雄。他们从那里登上了为此预先备好的船只,扬帆出海。
- Cleomenes.29.2ἀνειληφὼς
该主格分词插入在属格独立结构(τῆς δὲ παιδίσκης ... προσιούσης καὶ βουλομένης)之中,与主句主语克里昂米尼(αὐτός)在性数格上保持一致,在句法上表明收留该侍女(παιδίσκη)的动作发出者是克里昂米尼本人。
- Cleomenes.29.2ἀλλʼ ὥσπερ ἐτύγχανε τεθωρακισμένος τῶν κιόνων τινὶ τὴν χεῖρα προσβαλὼν πλαγίαν καὶ τὸ πρόσωπον ἐπὶ τὸν πῆχυν ἐπιθείς, καὶ χρόνον οὐ πολὺν οὕτω διαναπαύσας τὸ σῶμα καὶ τῇ διανοίᾳ περιδραμὼν ἅπαντας τοὺς λογισμούς, ὥρμησε
承接前文的限定动词句(οὔτε ... ὑπέμεινεν οὔτε ...),连词 ἀλλά 之后并未立刻出现并列的限定动词,而是由一系列分词短语(προσβαλών、ἐπιθείς、διαναπαύσας、περιδραμών)连缀承接,最终归结于主动词 ὥρμησε。这一骨架体现了他靠在柱上甲未解、稍作沉思后便迅速动身奔赴吉雄的紧迫节奏。
