← 普鲁塔克

亚基斯与克里昂米尼传

§Cleomenes.2.1-Cleomenes.2.3

斯巴达的堕落与哲人斯派罗斯的启迪

克里昂米尼对斯巴达沉湎于奢靡与怠惰的现状深感不满,并在少年时期受到造访的斯多葛学者斯派罗斯的影响,抱负之心愈益炽热。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Cleomenes.2.1

οὐκ ἤρεσκε μὲν οὖν αὐτῷ τὰ κατὰ τὴν πόλιν, ἀπραγμοσύνῃ καὶ ἡδονῇ κατακεκηλημένων τῶν πολιτῶν καὶ τοῦ βασιλέως πάντα τὰ πράγματα χαίρειν ἐῶντος, εἰ μηδεὶς αὑτὸν ἐνοχλοίη σχολάζειν ἐν ἀφθόνοις καὶ τρυφᾶν βουλόμενον, ἀμελουμένων δὲ τῶν κοινῶν, κατʼ οἰκίαν ἑκάστου πρὸς αὑτὸν ἕλκοντος τὸ κερδαλέον· ἀσκήσεως δὲ καὶ σωφροσύνης νέων καὶ καρτερίας καὶ ἰσότητος οὐδὲ ἀσφαλὲς ἦν τούτων τῶν περὶ Ἆγιν ἀπολωλότων μνημονεύειν.1

因此,城邦中的现状并不令他满意,因为公民们沉醉于安逸与享乐之中,而国王则只要无人打扰想要在充裕中清闲度日并享受奢华的自己,就任由一切事务付诸东流;公共事务遭受漠视,每个人都在家中为自己聚敛私利。此外,在阿吉斯及其党羽覆灭之后,甚至谈及年轻人的锻炼与节制、坚忍与平等,都是不安全的。

§Cleomenes.2.2

λέγεται δὲ καὶ λόγων φιλοσόφων τὸν Κλεομένη μετασχεῖν ἔτι μειράκιον ὄντα, Σφαίρου τοῦ Βορυσθενίτου παραβαλόντος εἰς τὴν Λακεδαίμονα καὶ περὶ τοὺς νέους καὶ τοὺς ἐφήβους οὐκ ἀμελῶς διατρίβοντος. ὁ δὲ Σφαῖρος ἐν τοῖς πρώτοις ἐγεγόνει τῶν Ζήνωνος τοῦ Κιτιέως μαθητῶν, καὶ τοῦ Κλεομένους ἔοικε τῆς φύσεως τὸ ἀνδρῶδες ἀγαπῆσαί τε καὶ προσεκκαῦσαι τὴν φιλοτιμίαν.

据说,克里昂米尼还在少年之时便涉足了哲学的讨论,当时博里斯提涅斯人斯派罗斯造访拉刻代蒙,并十分勤勉地与青年人和年少者相处。斯派罗斯已成为基提翁的芝诺最卓越的弟子之一,他似乎颇为赞赏克里昂米尼生性中的刚强,并进一步点燃了他的抱负心。

§Cleomenes.2.3

Λεωνίδαν μὲν γὰρ τὸν παλαιὸν λέγουσιν, ἐπερωτηθέντα ποῖός τις αὐτῷ φαίνεται ποιητὴς γεγονέναι Τυρταῖος, εἰπεῖν ἀγαθὸς νέων ψυχὰς κακκανῆν.2 ἐμπιπλάμενοι γὰρ ὑπὸ τῶν ποιημάτων ἐνθουσιασμοῦ παρὰ τὰς μάχας ἠφείδουν ἑαυτῶν ὁ δὲ Στωϊκὸς λόγος ἔχει τι πρὸς τὰς μεγάλας φύσεις καὶ ὀξείας ἐπισφαλὲς καὶ παράβολον, βαθεῖ δὲ καὶ πράῳ κεραννύμενος ἤθει μάλιστα εἰς τὸ οἰκεῖον ἀγαθὸν ἐπιδίδωσιν.

因为据说古代的列奥尼达斯在被问及堤尔泰俄斯对他而言是个怎样的诗人时,曾回答说: “长于燃起年轻人的灵魂。” 因为他们因其诗篇而充满狂热,在战阵前不惜身命。而斯多葛学派的学说对于伟大而敏锐的资质而言,带有着某种危险和冒险的成分,但若与深厚而温和的品性相融合,便能最充分地发展出其应有的善。

语法注2 条
  1. Cleomenes.2.1ἀσκήσεως δὲ καὶ σωφροσύνης νέων καὶ καρτερίας καὶ ἰσότητος οὐδὲ ἀσφαλὲς ἦν τούτων τῶν περὶ Ἆγιν ἀπολωλότων μνημονεύειν.

    句首并列的属格词组(ἀσκήσεως ... ἰσότητος)及其后的指示代词 τούτων,皆作动词 μνημονεύειν(支配属格)的宾语。其后的 τῶν περὶ Ἆγιν ἀπολωλότων 并非修饰 τούτων,而是一个独立属格结构(genitive absolute),意为“在阿吉斯一派覆灭之后”。整句的句法骨架为 οὐδὲ ἀσφαλὲς ἦν μνημονεύειν τούτων(“谈及这些事甚至都是不安全的”)。

  2. Cleomenes.2.3γαθὸς νέων ψυχὰς κακκανῆν

    斯巴达方言(多利斯方言)引文。κακκανῆν 是 καγκαίειν/καγκαίνειν(“燃烧、激发”)的多利斯方言不定式形式(词尾为 -ῆν)。整体构成为 ἀγαθὸς 搭配不定式(“善于激发……”),νέων ψυχὰς 作该不定式的直接宾语(宾格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.2.1-Cleomenes.2.3