- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.28.1-Cleomenes.28.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在塞拉西亚战役中,尽管克里昂米尼一度勇猛推进,但因部下叛变遭敌军包抄,其弟欧克勒达斯全军覆没,斯巴达军队几乎伤亡殆尽,克里昂米尼被迫出逃。
καὶ θαυμαστὸν μὲν ἐν τῷ κινδύνῳ παρασχὼν ἑαυτὸν στρατηγόν, ἐκθύμοις δὲ χρησάμενος τοῖς πολίταις, οὐ μὴν οὐδὲ τῶν ξένων μεμπτῶς ἀγωνισαμένων,1 τῷ τρόπῳ τῆς ὁπλίσεως καὶ τῷ βάρει τῆς ὁπλιτικῆς φάλαγγος ἐξεθλίβη. Φύλαρχος δὲ καὶ προδοσίαν γενέσθαι φησὶ τὴν μάλιστα τῷ Κλεομένει τὰ πράγματα διεργασαμένην.
尽管克里昂米尼在险境中展现出卓越将才,公民们作战勇猛,雇佣兵们的奋战也无可指摘,但他还是被对方的武装方式以及重装步兵方阵的重压所压垮。菲拉库斯还指出,发生了一场背叛,正是它彻底断送了克里昂米尼的局势。
τοῦ γὰρ Ἀντιγόνου τοὺς Ἰλλυριοὺς καὶ τοὺς Ἀκαρνᾶνας ἐκπεριελθεῖν κρύφα κελεύσαντος καὶ κυκλώσασθαι θάτερον κέρας, ἐφʼ οὗ τεταγμένος ἦν Εὐκλείδας ὁ τοῦ Κλεομένους ἀδελφός, εἶτα τὴν ἄλλην ἐπὶ μάχῃ δύναμιν ἐκτάττοντος, ἀπὸ σκοπῆς θεωρῶν ὁ Κλεομένης, ὡς οὐδαμοῦ τὰ ὅπλα τῶν Ἰλλυριῶν καὶ τῶν Ἀκαρνάνων κατεῖδεν, ἐφοβήθη μὴ πρός τι τοιοῦτον αὐτοῖς ὁ Ἀντίγονος κέχρηται.
因为安提柯命伊利里亚人和阿卡纳尼亚人悄悄迂回并包围另一翼——克里昂米尼的弟弟欧克勒达斯正部署在那里——随后又将剩余兵力列成战斗队形,克里昂米尼从高处了望,发现伊利里亚人和阿卡纳尼亚人的兵器无影无踪,便担心安提柯是否将他们用于这类的包抄企图。
καλέσας δὲ Δαμοτέλη τὸν ἐπὶ τῆς κρυπτείας τεταγμένον, ὁρᾶν ἐκέλευσε καὶ ζητεῖν ὅπως ἔχει τὰ κατὰ νώτου καὶ κύκλῳ τῆς παρατάξεως, τοῦ δὲ Δαμοτέλους ʽἦν γὰρ, ὡς λέγεται, χρήμασιν πρότερον ὑπʼ Ἀντιγόνου διεφθαρμένος ἀμελεῖν’ ἐκείνων εἰπόντος ὡς καλῶς ἐχόντων, τοῖς δὲ συνάπτουσιν ἐξ ἐναντίας προσέχειν καὶ τούτους ἀμύνεσθαι, πιστεύσας ἐπὶ τὸν Ἀντίγονον ἐχώρει, καὶ τῇ ῥύμῃ τῶν περὶ αὐτὸν Σπαρτιατῶν ὠσάμενος τὴν φάλαγγα τῶν Μακεδόνων ἐπὶ πέντε που σταδίους ὑποχωρούντων ἐκβιαζόμενος καὶ κρατῶν ἠκολούθησεν. εἶτα τῶν περὶ τὸν Εὐκλείδαν ἀπὸ θατέρου κυκλωθέντων ἐπιστὰς καὶ κατιδὼν τὸν κίνδυνον, οἴχῃ μοι, φίλτατε ἀδελφέ,2 εἶπεν, οἴχῃ, γενναῖος ὢν καὶ παισὶ ζηλωτὸς Σπαρτιατῶν καὶ γυναιξὶν ἀοίδιμος.
于是他召来负责暗伏队的长官达摩忒勒斯,命他前去探查并查明后方及阵线周边的虚实。然而达摩忒勒斯(据说他此前已被安提柯用金钱收买)却对他说不必理会那边,那边一切完好,只需专注于正面交锋之敌并全力抵御。克里昂米尼信以为真,便向安提柯发起了进攻。他凭借身边斯巴达战士的冲劲推挤马其顿方阵,一路压制并击溃后撤之敌,追击了约五斯塔德。随后,当欧克勒达斯统领的那一翼陷入重围时,克里昂米尼停下脚步,看清了险情,说道: “你弃我而去了吗,我至爱的弟弟? 你去了,你是高贵的勇士,是斯巴达孩童艳羡的楷模,也是妇人们歌咏的对象。”
οὕτω δὲ τῶν περὶ τὸν Εὐκλείδαν ἀναιρεθέντων, καὶ τῶν ἐκεῖθεν, ὡς ἐκράτουν, ἐπιφερομένων ταραττομένους ὁρῶν τοὺς στρατιώτας καὶ μένειν οὐκέτι τολμῶντας, ἔσῳζεν ἑαυτόν, ἀποθανεῖν δὲ καὶ τῶν ξένων πολλοὺς λέγουσι καὶ Λακεδαιμονίους ἅπαντας πλὴν διακοσίων, ἑξακισχιλίους ὄντας.3
就这样,欧克勒达斯麾下的部队全军覆没,那边的敌人乘胜扑来,克里昂米尼见士卒溃乱且不敢再作坚守,便保全自身逃离战场。据说雇佣军亦战死甚众,而六千名拉刻代蒙人中,除两百人外全军阵亡。
- Cleomenes.28.1οὐ μὴν οὐδὲ τῶν ξένων μεμπτῶς ἀγωνισαμένων
接在前述主格分词短语(παρασχών, χρησάμενος)之后插入的独立属格结构。结合加强否定的虚词组合 οὐ μὴν οὐδέ(“也绝不……”),为主要动词 ἐξεθλίβη(被压垮)补充了克里昂米尼一方虽竭尽全力、无可指摘却仍告失败的让步性背景。
- Cleomenes.28.4οἴχῃ μοι, φίλτατε ἀδελφέ,
代词 μοι 为伦理与格(或不利与格),表达了说话者深切的情感关切与哀伤。动词 οἴχομαι 虽为现在时形态,但在句意上常具有完成体含义(即“你已离去/死去了”)。
- Cleomenes.28.5ἑξακισχιλίους ὄντας
为现在分词阳性复数宾格,与宾格加不定式结构(ἀποθανεῖν)的主语 Λακεδαιμονίους(拉刻代蒙人)保持一致。与前文的 πλὴν διακοσίων(除两百人外)相呼应,起到明确交代总数的补足作用(“本有六千人,却除两百人外全部阵亡”)。
