← 普鲁塔克

亚基斯与克里昂米尼传

§Cleomenes.27.1-Cleomenes.27.5

安提柯的财力优势与克里昂米尼错失良机

财力占优的安提柯通过持久消耗战逼迫军费匮乏的克里昂米尼就范;然而当时马其顿本土正遭蛮族入侵并派出了召回国王的信使,克里昂米尼若能再避战数日,本可不战而屈人之兵。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Cleomenes.27.1

ἀλλʼ ὁ πρῶτος τὰ χρήματα νεῦρα τῶν πραγμάτων προσειπὼν εἰς τὰ τοῦ πολέμου πράγματα μάλιστα βλέψας τοῦτʼ εἰπεῖν ἔοικε. καὶ Δημάδης, τὰς τριήρεις μὲν καθέλκειν καὶ πληροῦν ποτε τῶν Ἀθηναίων κελευόντων, χρήματα δʼ οὐκ ἐχόντων πρότερόν ἐστιν, ἔφη, τὸ προδεῦσαι τοῦ φυρᾶσαι. λέγεται δὲ καὶ Ἀρχίδαμος ὁ παλαιὸς ὑπὸ τὴν ἀρχὴν τοῦ Πελοποννησιακοῦ πολέμου, κελευόντων εἰσφορὰς τάξαι τῶν συμμάχων αὐτόν, εἰπεῖν ὡς ὁ πόλεμος οὐ τεταγμένα σιτεῖται.

然而,最初将金钱称为“事态筋脉”的人,似乎尤其是着眼于战争事务而说出这番话的。德玛德斯在雅典人某次下令让三列桨座战船下水并配备船员、却又缺乏资金时曾说: “事先润湿是在揉捏之前的。” 据说老阿基达马斯在伯罗奔尼撒战争之初,当盟友们催促他确定分摊数额时,也曾说过战争并不靠固定的配额为生。

§Cleomenes.27.2

καθάπερ γὰρ οἱ σεσωμασκηκότες ἀθληταὶ τῷ χρόνῳ καταβαροῦσι καὶ καταγωνίζονται τοὺς εὐρύθμους καὶ τεχνίτας, οὕτως καὶ ὁ Ἀντίγονος ἐκ πολλῆς ἀναφέρων δυνάμεως πρὸς τὸν πόλεμον ἐξεπόνει καὶ κατήθλει τὸν Κλεομένη γλίσχρως καὶ μόλις πορίζοντα τοῖς ξένοις μισθὸν καὶ τροφὴν τοῖς πολίταις.

因为正如经过苦练强健身躯的竞技者随着时间的推移,终会压垮并战胜动作合度且技艺娴熟的对手一样,安提柯凭借源自雄厚实力的资源投入战争,也使得克里昂米尼精疲力竭、消耗殆尽,后者只能极度拮据且勉强地为雇佣兵筹措军饷、为公民提供口粮。

§Cleomenes.27.3

ἐπεὶ τἆλλά γε πρὸς τοῦ Κλεομένους ὁ χρόνος ἦν,1 τῶν οἴκοι πραγμάτων ἀνιστάντων τὸν Ἀντίγονον. βάρβαροι γὰρ περιέκοπτον ἀπόντος καὶ κατέτρεχον τὴν Μακεδονίαν, καὶ τότε δὴ πολὺς ἄνωθεν Ἰλλυριῶν ἐμβεβλήκει στρατός, ὑφʼ οὗ πορθούμενοι μετεπέμποντο τὸν Ἀντίγονον οἱ Μακεδόνες, καὶ παρʼ ὀλίγον πρὸ τῆς μάχης συνέτυχε ταῦτα τὰ γράμματα κομισθῆναι πρὸς αὐτόν·2 ὧν κομισθέντων εὐθὺς ἂν ἀπῆλθε μακρὰ χαίρειν φράσας3 Ἀχαιοῖς.

因为在其他方面,时间本是站在克里昂米尼这一边的,国内的局势正促使安提柯离去。因为蛮族在他缺席之际肆虐并蹂躏马其顿,当时正有一支庞大的伊利里亚军队从北部侵入;马其顿人惨遭劫掠,便派人召回安提柯,而这封信件差一点就在决战之前送达于他。假若信件送达,他本会立刻向阿开亚人作漫长的道别而离去。

§Cleomenes.27.4

ἀλλʼ ἡ τὰ μέγιστα τῶν πραγμάτων κρίνουσα τῷ παρὰ μικρὸν τύχη τηλικαύτην ἀπεδείξατο ῥοπὴν καιροῦ καὶ δύναμιν, ὥστε, τῆς μάχης ἐν Σελασίᾳ γενομένης καὶ τοῦ Κλεομένους ἀποβεβληκότος τὴν δύναμιν καὶ τὴν πόλιν, εὐθὺς παρεῖναι τοὺς καλοῦντας τὸν Ἀντίγονον. ὃ καὶ μάλιστα τὴν δυστυχίαν τοῦ Κλεομένους οἰκτροτέραν ἐποίησεν.

然而,以毫厘之差决断最重大事态的命运,展现了时机如此巨大的偏转与力量,以至于在塞拉西亚战役刚刚结束、克里昂米尼丧失了军力和城池之后,召回安提柯的人便随即赶到。这尤其使得克里昂米尼的厄运显得更加悲惨。

§Cleomenes.27.5

εἰ γὰρ ἡμέρας δύο μόνας ἐπέσχε καὶ παρήγαγε φυγομαχῶν, οὐκ ἂν ἐδέησεν αὐτῷ μάχης,4 ἀλλʼ ἐφʼ οἷς ἐβούλετο διηλλάγη πρὸς τοὺς Ἀχαιοὺς ἀπελθόντων τῶν Μακεδόνων νῦν δέ, ὥσπερ εἴρηται, διὰ τὴν ἀχρηματίαν ἐν τοῖς ὅπλοις τὸ πᾶν θέμενος ἠναγκάσθη δισμυρίοις, ὡς Πολύβιός φησι, πρὸς τρισμυρίους ἀντιπαρατάξασθαι.

因为如果他仅仅坚守并避战拖延两天,他本无需进行决战,而是在马其顿人离去之后,按照自己满意的条件与阿开亚人讲和。但事实如前所述,由于缺乏资金,他将一切押在武力之上,不得不以两万人对抗三万人(正如波利比乌斯所言)。

语法注4 条
  1. Cleomenes.27.3πρὸς τοῦ Κλεομένους ὁ χρόνος ἦν

    介词 πρός 搭配属格作表语,意为“偏向于……一方”或“站在……一边”,表示时间本身对克里昂米尼有利。

  2. Cleomenes.27.3παρʼ ὀλίγον πρὸ τῆς μάχης συνέτυχε ταῦτα τὰ γράμματα κομισθῆναι πρὸς αὐτόν

    惯用短语 παρʼ ὀλίγον 意为“差一点”、“几乎”。它与 συνέτυχε 及不定式连用,表示信件几乎就要在战前送达,却在毫厘之间未能赶上。后文紧接的与事实相反的虚拟表达 ὧν κομισθέντων εὐθὺς ἂν ἀπῆλθε(“假若信件送达,他本会立刻离去”)证实了信件在战前并未送达的事实。

  3. Cleomenes.27.3μακρὰ χαίρειν φράσας

    由 χαίρειν φράζω(“道别”)与充当副词的中性复数宾格 μακρά 构成的习语,意为“告以漫长的告别”,引申为“彻底置之不理”或“毅然作别”。

  4. Cleomenes.27.5οὐκ ἂν ἐδέησεν αὐτῷ μάχης

    非人称动词 δεῖ 的过去与事实相反的虚拟表达(ἄν 搭配不定过去时直陈语气)。在句法上,它接表示需求者的与格(αὐτῷ)和表示所需事物的属格(μάχης),意为“对他而言决战本是不必要的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.27.1-Cleomenes.27.5