- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.26.1-Cleomenes.26.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克里昂米尼趁安提柯移动之机突袭阿尔戈斯领地摧毁庄稼,并就赫拉神庙之事嘲弄安提柯,随后又转战攻取要冲,展现出其非凡的统帅才能。
ὀλίγῳ δὲ ὕστερον αὖθις, εἰς Τεγέαν ἀκούσας προϊέναι τὸν Ἀντίγονον ὡς ἐκεῖθεν εἰς τὴν Λακωνικὴν ἐμβαλοῦντα, ταχὺ τοὺς στρατιώτας ἀναλαβὼν καὶ καθʼ ἑτέρας ὁδοὺς παραλλάξας ἅμʼ ἡμέρᾳ πρὸς τῇ πόλει τῶν Ἀργείων ἀνεφάνη, πορθῶν τὸ πεδίον καὶ τὸν σῖτον οὐ κείρων, ὥσπερ οἱ λοιποί, δρεπάναις καὶ μαχαίραις, ἀλλὰ κόπτων ξύλοις μεγάλοις εἰς σχῆμα ῥομφαίας ἀπειργασμένοις, ὡς ἐπὶ παιδιᾷ χρωμένους ἐν τῷ πορεύεσθαι σὺν μηδενὶ πόνῳ πάντα συγκατατρῖψαι καὶ διαφθεῖραι τὸν καρπόν.1
不久之后又一次,克里昂米尼听说安提柯正向忒革亚推进,意图从那里侵入拉科尼亚,便迅速率军绕行另一条路线,在拂晓时出现在阿尔戈斯人的城下。他蹂躏平原,并不像其他人那样用镰刀或刀剑收割庄稼,而是用制成阔剑形状的大木棒捶打,使士兵们在行军中如同嬉戏一般,毫不费力地将所有庄稼全部捣碎摧毁。
ὡς μέντοι κατὰ τὴν Κυλλάραβιν γενόμενοι τὸ γυμνάσιον ἐπεχείρουν προσφέρειν πῦρ, ἐκώλυσεν, ὡς καὶ τῶν περὶ Μεγάλην πόλιν ὑπʼ ὀργῆς μᾶλλον ἢ καλῶς αὐτῷ πεπραγμένων.2 τοῦ δὲ Ἀντιγόνου πρῶτον μὲν εὐθὺς εἰς Ἄργος ἀναχωρήσαντος, ἔπειτα τὰ ὄρη καὶ τὰς ὑπερβολὰς πάσας φυλακαῖς καταλαβόντος, ἀμελεῖν καὶ καταφρονεῖν προσποιούμενος ἔπεμψε κήρυκας τὰς κλεῖς ἀξιῶν τοῦ Ἡραίου λαβεῖν, ὅπως ἀπαλλάττοιτο τῇ θεῷ θύσας.
然而,当他们来到居拉拉比斯体育场并企图纵火时,他加以制止,仿佛觉得自己在美伽罗波利斯的一系列举措也是出于愤怒而非体面之举。另一方面,当安提柯先是立即撤回阿尔戈斯,随后又派卫队据守群山和所有要隘时,克里昂米尼装出漠不关心且轻蔑的神态,派遣使者要求取得赫拉神庙的钥匙,以便向女神献祭后离去。
οὕτω δὲ παίξας καὶ κατειρωνευσάμενος, καὶ τῇ θεῷ θύσας ὑπὸ τὸν νεὼν κεκλεισμένον, ἀπήγαγεν εἰς Φλιοῦντα τὸν στρατόν ἐκεῖθεν δὲ τοὺς φρουροῦντας τὸν Ὀλίγυρτον ἐξελάσας κατέβη παρὰ τὸν Ὀρχομενόν, οὐ μόνον τοῖς πολίταις φρόνημα καὶ θάρσος ἐμπεποιηκώς, ἀλλὰ καὶ τοῖς πολεμίοις ἀνὴρ ἡγεμονικὸς δοκῶν εἶναι καὶ πραγμάτων μεγάλων ἄξιος.
他就这样戏弄并讽刺了对方,并在紧闭的神庙下向女神献祭,随后将军队带往弗利乌斯;在从那里驱逐了驻守奥利吉尔托斯的守军后,他又行军至奥戈墨诺斯旁,不仅使自己的公民充满了自豪与勇气,而且在敌人眼中也是一位具有统帅才能、配成就大业之人。
τὸ γὰρ ἐκ μιᾶς πόλεως ὁρμώμενον ὁμοῦ τῇ Μακεδόνων δυνάμει καὶ Πελοποννησίοις ἅπασι καὶ χορηγίᾳ βασιλικῇ πολεμεῖν, καὶ μὴ μόνον ἄθικτον διαφυλάττοντα τὴν Λακωνικήν, ἀλλὰ καὶ χώραν κακῶς ποιοῦντα τὴν ἐκείνων καὶ πόλεις αἱροῦντα τηλικαύτας, οὐ τῆς τυχούσης ἐδόκει δεινότητος εἶναι καὶ μεγαλοφροσύνης.3
因为仅凭一座城池起步,便能同时与马其顿人的军力、全体伯罗奔尼撒人以及王室的财力抗衡作战,不仅保全了拉科尼亚不受侵犯,还能肆虐敌人的土地并夺取如此重大的城市,这显然并非寻常的才略与胸襟所能企及。
- Cleomenes.26.1ὡς ἐπὶ παιδιᾷ χρωμένους ἐν τῷ πορεύεσθαι σὺν μηδενὶ πόνῳ πάντα συγκατατρῖψαι καὶ διαφθεῖραι τὸν καρπόν
此处 ὡς 引导表示结果或目的的不定式结构(相当于 ὥστε)。χρωμένους 作不定式 συγκατατρῖψαι 与 διαφθεῖραι 的逻辑主语(宾格),指代士兵们。将 ὡς 视作统领整个小句以说明制作该木棒之目的与后果,比单将其视为修饰分词的分词从句更为顺畅。
- Cleomenes.26.2ὡς καὶ τῶν περὶ Μεγάλην πόλιν ὑπʼ ὀργῆς μᾶλλον ἢ καλῶς αὐτῷ πεπραγμένων
由 ὡς 引导的属格独立结构,表示主语(克里昂米尼)的主观考量或内心缘由(“自以为……”或“仿佛觉得……”)。αὐτῷ 是与完成时被动分词 πεπραγμένων 连用的施事与格,解释了他制止焚烧体育场的内心动因。
- Cleomenes.26.4τὸ γὰρ ἐκ μιᾶς πόλεως ὁρμώμενον ... οὐ τῆς τυχούσης ἐδόκει δεινότητος εἶναι καὶ μεγαλοφροσύνης
整句的主语是带有中性单数定冠词的不定式短语 τὸ ... πολεμεῖν,其后并列的宾格分词(ὁρμώμενον, διαφυλάττοντα 等)与不定式的隐含逻辑主语保持一致。谓语是连系动词 ἐδόκει εἶναι 加上表示性质与所属的属格(οὐ τῆς τυχούσης ... δεινότητος ... καὶ μεγαλοφροσύνης,“属于非同寻常的才能与气魄”)。
