- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.25.1-Cleomenes.25.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克里昂米尼获悉大城人拒绝其提议后怒毁该城并撤军,随后进犯阿尔戈斯领地以挑衅安提柯,在尽情劫掠后安然撤退,而安提柯则审慎地拒绝应战。
τούτων δὲ ἀπαγγελθέντων τῷ Κλεομένει, τετηρηκὼς τὴν πόλιν ἄθικτον καὶ ἀκέραιον, ὥστε μηδένα λαθεῖν μηδὲ τοὐλάχιστον λαβόντα,1 τότε παντάπασι τραχυνθεὶς καὶ ἀγανακτήσας τὰ μὲν χρήματα διήρπασεν, ἀνδριάντας δὲ καὶ γραφὰς ἀπέστειλεν εἰς Σπάρτην, τῆς δὲ πόλεως τὰ πλεῖστα καὶ μέγιστα μέρη κατασκάψας καὶ διαφθείρας ἀνέζευξεν ἐπʼ οἴκου, φοβούμενος τὸν Ἀντίγονον καὶ τοὺς Ἀχαιούς.
这些情况报告给克里昂米尼之后,他此前一直将该城保持得完好无损,甚至无人能暗中拿走哪怕极微小之物,此时却彻底暴怒难遏,大肆掠夺财物,将雕像和画作运往斯巴达,并拆毁摧残了该城的大部分和最重要的街区,随后因防备安提柯和阿开亚人而撤兵回国。
ἐπράχθη δὲ οὐδὲν ἀπʼ αὐτῶν, ἐτύγχανον μὲν γὰρ ἐν Αἰγίῳ βουλὴν ἔχοντες ἐπεὶ δὲ Ἄρατος ἀναβὰς ἐπὶ τὸ βῆμα πολὺν μὲν χρόνον ἔκλαιε τὴν χλαμύδα θέμενος πρὸ τοῦ προσώπου, θαυμαζόντων δὲ καὶ λέγειν κελευόντων εἶπεν ὅτι Μεγάλη πόλις ἀπόλωλεν ὑπὸ Κλεομένους, ἡ μὲν σύνοδος εὐθὺς διελύθη τῶν Ἀχαιῶν καταπλαγέντων τὴν ὀξύτητα καὶ τὸ μέγεθος τοῦ πάθους, ὁ δὲ Ἀντίγονος ἐπιχειρήσας βοηθεῖν, εἶτα βραδέως αὐτῷ τῆς δυνάμεως ἐκ τῶν χειμαδίων ἀνισταμένης, ταύτην μὲν αὖθις ἐκέλευσε κατὰ χώραν μένειν, αὐτὸς δὲ παρῆλθεν εἰς Ἄργος, οὐ πολλοὺς ἔχων στρατιώτας μεθʼ ἑαυτοῦ. διὸ καὶ τὸ δεύτερον ἐγχείρημα τοῦ Κλεομένους ἔδοξε μὲν τετολμῆσθαι παραβόλως καὶ μανικῶς, ἐπράχθη δὲ μετὰ πολλῆς προνοίας, ὥς φησι Πολύβιος.
然而他们并未采取任何行动,因为他们恰好在埃吉翁召开议会;但当阿拉图斯登上讲坛,用斗篷遮面痛哭了许久,在众人惊异并催促他发言之时,他说道梅加洛波利斯已被克里昂米尼毁灭,阿开亚人被这席卷而来的灾祸之迅猛与巨大所震撼,会议遂随即解散。安提柯虽企图驰援,但鉴于部队从冬营集结迟缓,便再次命部队留在原处,自己仅率少数士兵前往阿尔戈斯。因此,克里昂米尼的第二次尝试表面上看似冒险而疯狂,但正如波利比乌斯所言,实则是经过深谋远虑而施行的。
εἰδὼς γὰρ εἰς τὰ χειμάδια διεσπαρμένους κατὰ πόλιν τοὺς Μακεδόνας, καὶ τὸν Ἀντίγονον οὐ πολλοὺς ἔχοντα μισθοφόρους ἐν Ἄργει διαχειμάζοντα μετὰ τῶν φίλων, ἐνέβαλεν εἰς τὴν Ἀργείαν, λογιζόμενος ἢ διʼ αἰσχύνην τοῦ Ἀντιγόνου παροξυνθέντος ἐπικρατήσειν ἢ μὴ τολμήσαντα μάχεσθαι διαβαλεῖν2 πρὸς τοὺς Ἀργείους. ὃ καὶ συνέβη, διαφθειρομένης γὰρ τῆς χώρας ὑπʼ αὑτοῦ καὶ πάντων ἀγομένων καὶ φερομένων, οἱ μὲν Ἀργεῖοι δυσανασχετοῦντες ἐπὶ τὰς θύρας συνεστρέφοντο τοῦ βασιλέως καὶ κατεβόων, μάχεσθαι κελεύοντες ἢ τοῖς κρείττοσιν ἐξίστασθαι τῆς ἡγεμονίας· ὁ δὲ Ἀντίγονος, ὡς ἔδει στρατηγὸν ἔμφρονα, τὸ κινδυνεῦσαι παραλόγως καὶ προέσθαι τὴν ἀσφάλειαν αἰσχρόν, οὐ τὸ κακῶς ἀκοῦσαι παρὰ τοῖς ἐκτὸς ἡγούμενος,3 οὐ προῆλθεν, ἀλλʼ ἐνέμενε τοῖς αὑτοῦ λογισμοῖς. ὁ δὲ Κλεομένης ἄχρι τῶν τειχῶν τῷ στρατῷ προσελθὼν καὶ καθυβρίσας καὶ διαλυμηνάμενος ἀδεῶς ἀνεχώρησεν.
因为他知晓马其顿人正分散在各城的冬营中,而安提柯只带了少数雇佣兵与友人们在阿尔戈斯过冬,便侵入了阿尔戈斯地区;他盘算着,若安提柯因受辱激愤而出战,自己必能战胜他,若安提柯不敢交战,则可使其在阿尔戈斯人面前声名扫地。事实果然如此;由于当地土地遭到克里昂米尼蹂躏,财物尽遭劫掠,阿尔戈斯人愤懑难平,聚集在国王门前大声喧哗,喝令他要么出战,要么将统帅权让给更胜任之人;但安提柯如同明智的将领所当为的那样,认为无理冒险并抛弃安全才是可耻的,受外人非议并不可耻,因而并未出城迎战,而是固守自己的谋划。克里昂米尼率军逼近城墙,肆意羞辱并大加破坏后,便毫无畏惧地撤离了。
- Cleomenes.25.1ὥστε μηδένα λαθεῖν μηδὲ τοὐλάχιστον λαβόντα
此为 λανθάνω 搭配补充性分词(λαβόντα)的句式,意为“以致无人能不被察觉地拿走哪怕极微小之物”。否定词 μηδένα 与 μηδέ 呼应,体现出纪律与看管的极其严密。
- Cleomenes.25.4ἢ διʼ αἰσχύνην τοῦ Ἀντιγόνου παροξυνθέντος ἐπικρατήσειν ἢ μὴ τολμήσαντα μάχεσθαι διαβαλεῖν
由分词 λογιζόμενος 统摄的两个不定式短语(ἐπικρατήσειν 与 διαβαλεῖν),其逻辑主语皆为主句主语克里昂米尼。两分句之间存在结构转换:前者的条件由属格独立结构(τοῦ Ἀντιγόνου παροξυνθέντος)表示,而后者中的 μὴ τολμήσαντα 则是宾格分词,直接作为不定式 διαβαλεῖν 的宾语(指代安提柯)。
- Cleomenes.25.5τὸ κινδυνεῦσαι παραλόγως καὶ προέσθαι τὴν ἀσφάλειαν αἰσχρόν, οὐ τὸ κακῶς ἀκοῦσαι παρὰ τοῖς ἐκτὸς ἡγούμενος
分词 ἡγούμενος 支配双宾格结构。带冠词的不定式短语 τὸ κινδυνεῦσαι... καὶ προέσθαι... 作直接宾语,αἰσχρόν 作谓语宾格(宾语补足语);随后的 οὐ τὸ κακῶς ἀκοῦσαι... 作为与之对比的另一直接宾语,共享谓语 αἰσχρόν。
