- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.24.1-Cleomenes.24.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
大城大部分居民逃往墨塞涅,被俘的贵族吕珊德里达斯劝克里昂米尼归还城市;克里昂米尼提出以结盟为条件归还,却遭到菲洛皮门的坚决反对而未果。
φανεροῦ δὲ μόλις τοῦ κακοῦ γενομένου τοῖς κατὰ τὴν πόλιν, οἱ μὲν εὐθὺς ἐξέπιπτον ὅσα τυγχάνοι τῶν χρημάτων λαμβάνοντες, οἱ δὲ συνεστρέφοντο μετὰ τῶν ὅπλων, καὶ τοῖς πολεμίοις ἐνιστάμενοι καὶ προσβάλλοντες ἐκείνους μὲν οὐκ ἴσχυσαν ἐκκροῦσαι, τοῖς δὲ φεύγουσι τῶν πολιτῶν ἀσφαλῶς ἀπελθεῖν παρέσχον, ὥστε μὴ πλείονα τῶν χιλίων ἐγκαταληφθῆναι σώματα, τοὺς δὲ ἄλλους ἅπαντας ὁμοῦ μετὰ τέκνων καὶ γυναικῶν φθάσαι διαφυγόντας εἰς Μεσσήνην.
当大祸终于被城中之人察觉时,一部分人立即奔逃出城,随手带走所能拿取的财物;另一部分人则持械集结,迎面抵挡并攻击敌人,虽然他们未能将敌军击退,却使得逃难的市民得以安全撤离,以致滞留被俘者不足千人,其余众人皆携妻带子先一步逃往墨塞涅。
ἐσώθη δὲ καὶ τῶν προσβοηθούντων καὶ μαχομένων τὸ πλῆθος· ὀλίγοι δὲ παντάπασιν ἥλωσαν, ὧν ἦν Λυσανδρίδας τε καὶ Θεαρίδας, ἄνδρες ἔνδοξοι καὶ δυνατοὶ μάλιστα τῶν Μεγαλοπολιτῶν. διὸ καὶ λαβόντες αὐτοὺς εὐθὺς οἱ στρατιῶται τῷ Κλεομένει προσῆγον. ὁ δὲ Λυσανδρίδας ὡς εἶδε τὸν Κλεομένη πόρρωθεν, ἀναβοήσας, ἒξεστί σοι νῦν, εἶπεν, ὦ βασιλεῦ Λακεδαιμονίων, ἔργον ἀποδειξαμένῳ τοῦ πεπραγμένου κάλλιον καὶ βασιλικώτατον ἐνδοξοτάτῳ γενέσθαι.1
赶来增援和作战的大多数人也得以保全;被擒者寥寥无几,其中有吕珊德里达斯和忒阿里达斯,皆是大城人中最显赫且有权势之士。因此士兵们一抓住他们,便立即押送至克里昂米尼面前。吕珊德里达斯远远望见克里昂米尼,便高声喊道: “现在您可以,”他说,“拉刻代蒙人的王啊,通过展现出一桩比已成之事更为美好、最为合乎王道的功业,从而成为最为荣耀之人。”
ὁ Κλεομένης δὲ ὑποτοπήσας αὐτοῦ τὴν ἔντευξιν, εἶπεν, ὦ Λυσανδρίδα, λέγεις; οὐ γὰρ δή πού με τὴν πόλιν ὑμῖν ἀποδοῦναι κελεύεις; καὶ ὁ Λυσανδρίδας, αὐτό μὲν οὖν, ἔφη, λέγω καὶ συμβουλεύω μὴ διαφθεῖραι πόλιν τηλικαύτην, ἀλλʼ ἐμπλῆσαι φίλων καὶ συμμάχων πιστῶν καὶ βεβαίων, ἀποδόντα Μεγαλοπολίταις τὴν πατρίδα καὶ σωτῆρα δήμου τοσούτου γενόμενον.
克里昂米尼察觉了他进言的用意,说道: “吕珊德里达斯,你在说什么?难道你当真是在要求我把这座城市还给你们吗?” 吕珊德里达斯道: “正是此事,”他说,“我所主张并建议的,便是不去毁坏如此宏大的一座城邦,而是通过将家园归还给大城人并成为如此众多人民的拯救者,使其充盈着忠诚而坚定的朋友与盟友。”
μικρὸν οὖν ὁ Κλεομένης διασιωπήσας, χαλεπὸν, ἔφη, τὸ πιστεῦσαι ταῦτα, νικάτω δὲ τὸ πρὸς δόξαν ἀεὶ μᾶλλον ἢ τὸ λυσιτελὲς παρʼ ἡμῖν, καὶ ταῦτα εἰπὼν ἀπέστειλε τοὺς ἄνδρας εἰς Μεσσήνην καὶ κήρυκα παρʼ ἑαυτοῦ, τοῖς Μεγαλοπολίταις ἀποδιδοὺς τὴν πόλιν ἐπὶ τῷ συμμάχους εἶναι καὶ φίλους ἀποστάντας Ἀχαιῶν.2
克里昂米尼略微沉默了片刻,道: “这等事,”他说,“实难令人置信;但在我们这里,追求荣耀的心志当始终压倒唯利是图的算计。” 言罢,他便派遣这二人连同自己的一名传令官前往墨塞涅,提出只要大城人脱离阿开亚人而成为其盟友与朋友,便将城市归还给他们。
οὕτω δὲ τοῦ Κλεομένους εὐγνώμονα καὶ φιλάνθρωπα προτείναντος οὐκ εἴασε τοὺς Μεγαλοπολίτας Φιλοποίμην ἐγκαταλιπεῖν τὴν πρὸς τοὺς Ἀχαιοὺς πίστιν, ἀλλὰ κατηγορῶν τοῦ Κλεομένους ὡς οὐ ζητοῦντος ἀποδοῦναι τὴν πόλιν, ἀλλὰ προσλαβεῖν τοὺς πολίτας, ἐξέβαλε τὸν Θεαρίδαν καὶ τὸν Λυσανδρίδαν ἐκ τῆς Μεσσήνης. οὗτος ἦν Φιλοποίμην ὁ πρωτεύσας ὕστερον Ἀχαιῶν καὶ μεγίστην κτησάμενος ἐν τοῖς Ἕλλησι δόξαν, ὡς ἰδίᾳ περὶ αὐτοῦ γέγραπται.
尽管克里昂米尼提出了如此合情合理且宽宏慷慨的条件,菲洛皮门却不容许大城人背弃对阿开亚人的誓约,反而指控克里昂米尼并非图谋归还城市,而是企图将市民也收归手中,遂将忒阿里达斯和吕珊德里达斯驱逐出墨塞涅。此人正是日后成为阿开亚人领袖并在希腊人中赢得极崇高声望的菲洛皮门,关于他的事迹已另有专传记载。
- Cleomenes.24.2ἔργον ἀποδειξαμένῳ τοῦ πεπραγμένου κάλλιον καὶ βασιλικώτατον ἐνδοξοτάτῳ γενέσθαι
此处搭配非人称动词 ἔξεστι(可以、可能)及与格代词 σοι,分词 ἀποδειξαμένῳ 与不定式 γενέσθαι 的表语形容词 ἐνδοξοτάτῳ 均受吸引而采用与格形式,而非常规的“对格+不定式”结构中的对格。
- Cleomenes.24.4ἐπὶ τῷ συμμάχους εἶναι καὶ φίλους ἀποστάντας Ἀχαιῶν
介词 ἐπί 加上带定冠词的与格不定式(ἐπὶ τῷ + 不定式)用于表示“在……的条件下”这一约定或前提。不定式 εἶναι 的表语(συμμάχους, φίλους)以及分词 ἀποστάντας 采用对格,指代与格的 τοῖς Μεγαλοπολίταις,作为该不定式小句内在逻辑上的主语与表语成分。
