← 普鲁塔克

亚基斯与克里昂米尼传

§Cleomenes.23.1-Cleomenes.23.4

克里昂米尼奇袭并潜入大城

克里昂米尼通过向希洛人征集赎金筹措军费并扩充兵力,随即对坚固的大城发动奇袭,在大城人发觉之前成功入城。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Cleomenes.23.1

τοῦ δὲ Ἀντιγόνου Τεγέαν μὲν παραλαβόντος, Ὀρχομενὸν δὲ καὶ Μαντίνειαν διαρπάσαντος, εἰς αὐτὴν τὴν Λακωνικὴν συνεσταλμένος ὁ Κλεομένης τῶν μὲν εἱλώτων τοὺς πέντε μνᾶς Ἀττικὰς καταβαλόντας ἐλευθέρους ἐποίει καὶ τάλαντα πεντακόσια συνέλεξε, δισχιλίους δὲ προσκαθοπλίσας Μακεδονικῶς ἀντίταγμα τοῖς παρʼ Ἀντιγόνου λευκάσπισιν,1 ἔργον ἐπὶ νοῦν βάλλεται μέγα καὶ πᾶσιν ἀπροσδόκητον.

当安提柯攻占了忒革亚,洗劫了奥戈墨诺斯和曼提尼亚之后,被逼退至拉科尼亚本土的克里昂米尼,将那些交付了五阿提卡米纳赎金的希洛人释为自由民,筹得了五百塔兰同;此外,他又将两千人依照马其顿方式全副武装,作为对抗安提柯“白盾军”的劲旅,心中酝酿着一项宏大且出乎所有人预料的壮举。

§Cleomenes.23.2

ἡ Μεγάλη πόλις ἦν μὲν τότε καὶ καθʼ ἑαυτὴν οὐδέν τι μείων οὐδὲ ἀσθενεστέρα τῆς Λακεδαίμονος, εἶχε δὲ τὴν ἀπὸ τῶν Ἀχαιῶν καὶ τοῦ Ἀντιγόνου βοήθειαν, ἐν πλευραῖς καθεζομένου καὶ δοκοῦντος ὑπὸ τῶν Ἀχαιῶν ἐπικεκλῆσθαι μάλιστα τῶν Μεγαλοπολιτῶν σπουδασάντων.2

大城在当时就其本身而言,丝毫不逊色也不弱于拉刻代蒙,并且还得到了阿开亚人以及安提柯的支援。安提柯正驻扎在其近旁,人们普遍认为,他之所以被阿开亚人召来,主要是出于大城人的极力奔走。

§Cleomenes.23.3

ταύτην διαρπάσαι διανοηθεὶς ὁ Κλεομένης οὐ γὰρ ἔστιν ᾧ μᾶλλον ἔοικε τὸ ταχὺ καὶ ἀπροσδόκητον ἐκείνης τῆς πράξεως,3 ἡμερῶν πέντε σιτία λαβεῖν κελεύσας ἐξῆγε τὴν δύναμιν ἐπὶ τὴν Σελασίαν ὡς τὴν Ἀργολικὴν κακουργήσων· ἐκεῖθεν δὲ καταβὰς ἐπὶ τὴν Μεγαλοπολιτικὴν καὶ δειπνοποιησάμενος περὶ τὸ Ῥοίτειον εὐθὺς ἐπορεύετο τὴν διʼ Ἑλικοῦντος ἐπὶ τὴν πόλιν·

克里昂米尼决意袭夺该城——因为那个行动的迅捷与出其不意,委实与此最为贴切——便命令士兵携带五天的口粮,引军开往塞拉西亚,佯装要蹂躏阿耳戈利斯;然而他从那里下至大城境内,在勒提昂一带用过晚餐后,立即经由赫利昆斯的路径直奔该城。

§Cleomenes.23.4

ἀποσχὼν δʼ οὐ πολὺ Παντέα μὲν ἔχοντα δύο τάγματα τῶν Λακεδαιμονίων ἀπέστειλε, καταλαβέσθαι κελεύσας μεσοπύργιον ὃ τῶν τειχῶν ἐρημότατον εἶναι τοῖς Μεγαλοπολίταις ἐπυνθάνετο, τῇ δὲ ἄλλῃ δυνάμει σχολαίως ἐπηκολούθει. τοῦ δὲ Παντέως οὐ μόνον ἐκεῖνον τὸν τόπον, ἀλλὰ καὶ πολὺ μέρος τοῦ τείχους ἀφύλακτον εὑρόντος, καὶ τὰ μὲν καθαιροῦντος εὐθύς, τὰ δὲ διασκάπτοντος, τῶν δὲ φρουρῶν οἷς ἐνέτυχε πάντας ἀποκτείναντος, ἔφθασε προσμίξας ὁ Κλεομένης, καὶ πρὶν αἰσθέσθαι τοὺς Μεγαλοπολίτας ἔνδον ἦν4 μετὰ τῆς δυνάμεως.

在距离该城不远之处,他派遣率领两个拉刻代蒙支队的潘透斯先行,命令他占领一段据打探是大城人防守最空虚的城垛间墙,自己则率领其余部队缓步跟进。潘透斯不仅发现那一处,而且发现城墙的大部均无人看守,便立即拆毁一部分,挖塌另一部分,并将遭遇的守军悉数诛杀;克里昂米尼抢先赶至会合,在大城人发觉之前,便已率部进驻城内。

语法注4 条
  1. Cleomenes.23.1ἀντίταγμα τοῖς παρʼ Ἀντιγόνου λευκάσπισιν

    ἀντίταγμα 是 δισχιλίους(两千人)的同位宾语(表目的或结果的述语性同位语),意为“作为对抗部队”。与格 τοῖς λευκάσπισιν 则是由 ἀντίταγμα 这一名词所引出的补足成分(“针对……的对抗力量”)。

  2. Cleomenes.23.2ἐν πλευραῖς καθεζομένου καὶ δοκοῦντος ὑπὸ τῶν Ἀχαιῶν ἐπικεκλῆσθαι μάλιστα τῶν Μεγαλοπολιτῶν σπουδασάντων

    复合属格结构。καθεζομένου 与 δοκοῦντος 与前文的 τοῦ Ἀντιγόνου(安提柯)一致,作修饰性/补足性属格。后半句 μάλιστα τῶν Μεγαλοπολιτῶν σπουδασάντων 则是一个内嵌的独立属格,表原因(“主要是由于大城人的极力奔走”)。

  3. Cleomenes.23.3οὐ γὰρ ἔστιν ᾧ μᾶλλον ἔοικε τὸ ταχὺ καὶ ἀπροσδόκητον ἐκείνης τῆς πράξεως

    插在主干句当中的解释性插入分句。省略先行词的关系代词与格 ᾧ(相当于 ἐκείνῳ ᾧ)作 ἔοικε(相似)的宾语。作者在此解释为何前文使用了含义强烈的动词 διαρπάσαι(掠夺/袭夺),意在指出该行动的迅速与意外性质确实最贴近这一词义。

  4. Cleomenes.23.4ἔφθασε προσμίξας ὁ Κλεομένης, καὶ πρὶν αἰσθέσθαι τοὺς Μεγαλοπολίτας ἔνδον ἦν

    动词 φθάνω 加分词(ἔφθασε προσμίξας)为固定惯用句式,意为“抢先赶到会合/及时会合”。与紧接其后的 καὶ πρὶν αἰσθέσθαι... ἔνδον ἦν(在大城人发觉之前便已在城内)紧密相扣,突出了行军速度之快,完全抢在敌方察觉之前。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.23.1-Cleomenes.23.4