- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.22.1-Cleomenes.22.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克里昂米尼退至忒革亚时获悉爱妻阿吉亚蒂斯的死讯,但他克制悲痛坚守职责。面对埃及要求将其母亲克拉特西克勒娅与子女作为人质以换取援助,母亲慨然应允并登程远赴,还在埃及传信勉励儿子以斯巴达利益为重。
οὕτω δʼ αὐτῷ πεπραχότι κατὰ τὴν στρατείαν καὶ ἀπαγαγόντι τὴν δύναμιν, ἑσπέρας ἤδη περὶ Τεγέαν ἀφίκοντό τινες ἐκ Λακεδαίμονος οὐκ ἐλάττονα τῆς ἐν χερσὶ δυστυχίαν ἀπαγγέλλοντες, τεθνάναι τὴν γυναῖκα, διʼ ἣν οὐδὲ ταῖς πάνυ κατορθουμέναις ἐκεῖνος ἐνεκαρτέρει στρατείαις, ἀλλὰ συνεχῶς κατέβαινεν εἰς Σπάρτην, ἐρῶν τῆς Ἀγιάτιδος καὶ περὶ πλείστου ποιούμενος ἐκείνην.
当他在远征中遭遇这般境况并率军撤退时,傍晚时分在忒革亚附近,有数人从拉刻代蒙赶来,报告了一个不亚于眼前灾祸的不幸消息:他的妻子已经去世。正因这个女人,他甚至在完全顺利的远征中也无法长久坚持留驻,而是屡屡返回斯巴达,因为他深爱阿吉亚蒂斯,视她为至宝。
ἐπλήγη μὲν οὖν καὶ ἤλγησεν, ὡς εἰκὸς ἦν νέον ἄνδρα καλλίστης καὶ σωφρονεστάτης ἀφῃρημένον γυναικός· οὐ μὴν κατῄσχυνεν οὐδὲ προήκατο τῷ πάθει τὸ φρόνημα καὶ τὸ μέγεθος τῆς ψυχῆς, ἀλλὰ καὶ φωνὴν καὶ σχῆμα καὶ μορφὴν ἐν ᾧ πρότερον εἶχεν ἤθει διαφυλάττων τά τε προστάγματα τοῖς ἡγεμόσιν ἐδίδου καὶ περὶ τῆς ἀσφαλείας τῶν Τεγεατῶν ἐφρόντιζεν.
于是,他自然如一个失去极美丽、极贤淑之妻子的年轻男子那样深受打击而痛苦万分;然而,他绝未使自己的气概与崇高心灵受悲痛所辱或为之抛弃,而是在以往持守的风度中保持其声调、仪态与容貌,一面给将领们下达命令,一面顾念忒革亚人的安全。
ἅμα δὲ ἡμέρᾳ κατέβαινεν εἰς Λακεδαίμονα, καὶ μετὰ τῆς μητρὸς οἴκοι καὶ τῶν παίδων ἀπαλγήσας τὸ πένθος εὐθὺς ἦν ἐν τοῖς περὶ τῶν ὅλων λογισμοῖς. ἐπεὶ δὲ Πτολεμαῖος ὁ τῆς Αἰγύπτου βασιλεὺς ἐπαγγελλόμενος αὐτῷ βοήθειαν ἠξίου λαβεῖν ὅμηρα τοὺς παῖδας καὶ τὴν μητέρα, χρόνον μὲν συχνὸν ᾐσχύνετο φράσαι τῇ μητρί, καὶ πολλάκις εἰσελθὼν καὶ πρὸς αὐτῷ γενόμενος τῷ λόγῳ κατεσιώπησεν, ὥστε κἀκείνην ὑπονοεῖν καὶ παρὰ τῶν φίλων αὐτοῦ διαπυνθάνεσθαι μή τι κατοκνεῖ βουλόμενος ἐντυχεῖν αὐτῇ.
天一亮,他便下到拉刻代蒙,在家中与母亲和孩子们共同发泄尽哀思之后,便立刻投入到关于国家大事的筹划中。然而,当埃及国王托勒密在许诺向他提供援助时要求得到他的子女和母亲作为人质,他在很长一段时间内都羞于向母亲启齿;他多次走进房中,到了话已到嘴边的地步却又沉默不语,以致母亲也起了疑心,向他的朋友们探问他是否想见自己却有所顾忌。
τέλος δὲ τοῦ Κλεομένους ἀποτολμήσαντος εἰπεῖν, ἐξεγέλασέ τε μέγα καὶ, τοῦτο ἦν, εἶπεν, ὃ πολλάκις ὁρμήσας λέγειν ἀπεδειλίασας; οὐ θᾶττον ἡμᾶς ἐνθέμενος εἰς πλοῖον ἀποστελεῖς, ὅπου ποτὲ τῇ Σπάρτῃ νομίζεις τὸ σῶμα τοῦτο χρησιμώτατον ἔσεσθαι, πρὶν ὑπὸ γήρως αὐτοῦ καθήμενον1 διαλυθῆναι;
终于,当克里昂米尼鼓起勇气说出实情时,她放声大笑,说道:“这就是你屡次想要开口却又胆怯退缩的事情吗?为何还不赶紧把我们送上船,遣送到你认为这具身躯能对斯巴达最有用处的地方去,赶在它闲坐在此因衰老而消亡之前?”
πάντων οὖν ἑτοίμων γενομένων ἀφίκοντο μὲν εἰς Ταίναρον πεζῇ καὶ προὔπεμψεν ἡ δύναμις αὐτοὺς ἐν τοῖς ὅπλοις· μέλλουσα δὲ τῆς νεὼς ἐπιβαίνειν ἡ Κρατησίκλεια τὸν Κλεομένη μόνον εἰς τὸν νεὼν τοῦ Ποσειδῶνος ἀπήγαγε, καὶ περιβαλοῦσα καὶ κατασπασαμένη διαλγοῦντα καὶ συντεταραγμένον, ἄγε, εἶπεν, ὦ βασιλεῦ Λακεδαιμονίων, ὅπως, ἐπὰν ἔξω γενώμεθα, μηδεὶς ἴδῃ δακρύοντας ἡμᾶς2 μηδὲ ἀνάξιόν τι τῆς Σπάρτης ποιοῦντας. τοῦτο γὰρ ἐφʼ ἡμῖν μόνον αἱ τύχαι δέ, ὅπως ἂν ὁ δαίμων διδῷ, πάρεισι. ταῦτα δʼ εἰποῦσα καὶ καταστήσασα τὸ πρόσωπον, ἐπὶ τὴν ναῦν ἐχώρει τὸ παιδίον ἔχουσα, καὶ διὰ τάχους ἐκέλευσεν ἀπαίρειν τὸν κυβερνήτην.
于是,一切准备停当后,他们步行抵达泰纳龙,军队全副武装为他们送行。当克拉特西克勒娅正要登船时,她单独将克里昂米尼领进波塞冬的神庙,拥抱并亲吻了极度悲伤与纷乱的他,说道:“来吧,拉刻代蒙人的王,务必在我们走出去时,让任何人都看不到我们流泪,或做出任何有愧于斯巴达之事。因为只有这才是掌握在我们自己手中的,至于运气,那是神明怎样赐予便怎样降临的。”说完这番话并收整好容色后,她便抱着幼童走向船只,并命令舵手火速开船。
ἐπεὶ δὲ εἰς Αἴγυπτον ἀφίκετο καὶ τὸν Πτολεμαῖον ἐπύθετο λόγους παρʼ Ἀντιγόνου καὶ πρεσβείας δεχόμενον, περὶ δὲ τοῦ Κλεομένους ἤκουσεν ὅτι, τῶν Ἀχαιῶν προκαλουμένων αὐτὸν εἰς διαλύσεις, φοβοῖτο διʼ ἐκείνην ἄνευ Πτολεμαίου καταθέσθαι τὸν πόλεμον, ἐπέστειλεν αὐτῷ τὰ τῇ Σπάρτῃ πρέποντα καὶ συμφέροντα πράττειν καὶ μὴ διὰ μίαν γραῦν καὶ παιδάριον ἀεὶ δεδιέναι Πτολεμαῖον. αὕτη μὲν οὖν παρὰ τὰς τύχας τοιαύτη λέγεται γεγενῆσθαι.
当她抵达埃及,得知托勒密正在接见来自安提柯的说辞与使团,又听说关于克里昂米尼之事:尽管阿开亚人向他提出和解,他却因顾忌她而不敢在没有托勒密同意的情况下结束战争;于是她写信给他,指示他做合乎斯巴达体统且有益之事,切不可为了一介老妪与稚童而始终畏惧托勒密。据传,她在面对厄运之时便是如此表现的。
- Cleomenes.22.4αὐτοῦ καθήμενον
此处的 αὐτοῦ 为表示地点的副词,意为“在此处”、“原地”,而非修饰 γήρως 的人称代词属格。此外,καθήμενον 为中性单数宾格分词,与被动不定式 διαλυθῆναι 的逻辑主语 τὸ σῶμα τοῦτο 保持性数格一致;前面的 ὑπὸ γήρως 则是独立的介词短语,表原因或手段(“由于衰老”)。
- Cleomenes.22.6ὅπως, ἐπὰν ἔξω γενώμεθα, μηδεὶς ἴδῃ δακρύοντας ἡμᾶς
这是 ὅπως 搭配不定过去式虚拟语气(ἴδῃ)的独立句结构,省略了祈使语气的主句动词(如 σκόπει 或 ὅρα),用以表达紧迫的命令或劝诫(“务必做到……让无人看见”)。插入的 ἐπὰν ἔξω γενώμεθα 为时间条件从句。
