← 普鲁塔克

亚基斯与克里昂米尼传

§Cleomenes.21.1-Cleomenes.21.4

克里昂米尼在阿尔戈斯的失利与撤退

救援阿尔戈斯的梅吉斯托努斯战死后,克里昂米尼放弃科林斯并突入阿尔戈斯,但面对安提柯主力大军的到来被迫撤退,其称霸伯罗奔尼撒的大业随即瓦解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Cleomenes.21.1

ταῦτα περὶ δευτέραν φυλακὴν τῆς νυκτὸς ἀκούσας ὁ Κλεομένης μετεπέμψατο Μεγιστόνουν, καὶ πρὸς ὀργὴν ἐκέλευσεν εὐθὺς εἰς Ἄργος βοηθεῖν ὁ γὰρ ὑπὲρ τῶν Ἀργείων μάλιστα καταπιστωσάμενος πρὸς αὑτόν1 ἐκεῖνος ἦν, καὶ διεκώλυσεν ἐκβαλεῖν τοὺς ὑπόπτους, ἀπολύσας οὖν τὸν Μεγιστόνουν μετὰ δισχιλίων στρατιωτῶν αὐτὸς προσεῖχε τῷ Ἀντιγόνῳ, καὶ τοὺς Κορινθίους παρεθάρρυνεν ὡς οὐδενὸς μεγάλου περὶ τὸ Ἄργος, ἀλλὰ ταραχῆς τινος ἀπʼ ἀνθρώπων ὀλίγων γεγενημένης.2

克里昂米尼在夜间二更时分听到这个消息,召来梅吉斯托努斯,怒斥着命令他立即前往阿尔戈斯救援;因为正是此人向他力保阿尔戈斯人,并阻止驱逐那些可疑分子。于是,他在派遣梅吉斯托努斯率领两千士兵离开后,自己密切注视着安提柯,并鼓励科林斯人,称阿尔戈斯并没有发生什么大事,不过是少数人挑起的小骚动。

§Cleomenes.21.2

ἐπεὶ δὲ ὁ Μεγιστόνους τε παρεισπεσὼν εἰς τὸ Ἄργος ἀνῃρέθη μαχόμενος καὶ μόγις ἀντεῖχον οἱ φρουροὶ καὶ διεπέμποντο συχνοὺς πρὸς τὸν Κλεομένη, φοβηθεὶς μὴ τοῦ Ἄργους οἱ πολέμιοι κρατήσαντες καὶ τὰς παρόδους ἀποκλείσαντες αὐτοὶ πορθῶσιν ἀδεῶς τὴν Λακωνικὴν καὶ πολιορκῶσι τὴν Σπάρτην ἔρημον οὖσαν, ἀπῆγεν ἐκ Κορίνθου τὸ στράτευμα.

然而,梅吉斯托努斯突入阿尔戈斯后在战斗中阵亡,守军勉力坚守并频繁派人向克里昂米尼告急;克里昂米尼担心敌人一旦控制阿尔戈斯并封锁通道,便可以肆无忌惮地蹂躏拉科尼亚,并围困无人守备的斯巴达,于是率军撤离了科林斯。

§Cleomenes.21.3

καὶ ταύτης μὲν εὐθὺς ἐστέρητο τῆς πόλεως εἰσελθόντος Ἀντιγόνου καὶ φρουρὰν καταστήσαντος· ἐπιβαλὼν δὲ τῷ Ἄργει κατὰ τὸ τεῖχος ἐπεχείρησε μὲν εἰσαλέσθαι καὶ συνέστρεψεν ἐκ τῆς πορείας τὴν δύναμιν, ἐκκόψας δὲ τὰς ὑπὸ τὴν Ἀσπίδα ψαλίδας ἀνέβη καὶ συνέμιξε τοῖς ἔνδον ἔτι πρὸς τοὺς Ἀχαιοὺς ἀντέχουσι, καὶ τῶν ἐντὸς ἔνια κλίμακας προσθεὶς κατέλαβε, καὶ τοὺς στενωποὺς ἐρήμους πολεμίων ἐποίησε, τοῖς βέλεσι χρήσασθαι προστάξας τοὺς Κρῆτας.

安提柯随即进城并设立了守备队,克里昂米尼立刻失去了这座城市。当他抵达阿尔戈斯时,试图沿城墙突入,将军队从行军中集中起来;他砸开阿斯庇斯下方的拱顶暗道登了上去,与城内仍在抵抗阿开亚人的守军会合,架设梯子占领了城内几处据点,并命令克里特兵放箭,扫清了小巷中的敌人。

§Cleomenes.21.4

ὡς δὲ κατεῖδε τὸν Ἀντίγονον ἀπὸ τῶν ἄκρων εἰς τὸ πεδίον καταβαίνοντα μετὰ τῆς φάλαγγος, τοὺς δὲ ἱππεῖς ἤδη ῥύδην ἐλαύνοντας εἰς τὴν πόλιν, ἀπέγνω κρατήσειν καὶ συναγαγὼν ἅπαντας πρὸς αὑτόν ἀσφαλῶς κατέβη καὶ παρὰ τὸ τεῖχος ἀπηλλάττετο, μεγίστων μὲν ἐν ἐλαχίστῳ χρόνῳ πραγμάτων ἐπικρατήσας, καὶ μετὰ μικρὸν ὅλης ὁμοῦ τι μιᾷ περιόδῳ Πελοποννήσου κύριος γενέσθαι δεήσας,3 ταχὺ δʼ αὖθις ἐκπεσὼν ἁπάντων, οἱ μὲν γὰρ εὐθὺς ἀπεχώρησαν αὐτοῦ τῶν στρατευομένων, οἱ δὲ ὀλίγον ὕστερον τῷ Ἀντιγόνῳ τὰς πόλεις παρέδωκαν.

但是,当他看到安提柯率领方阵从高地走下平原,骑兵也已蜂拥冲入城中时,便深知无法取胜;他将所有人召集到身边,安全地撤下,沿着城墙离去。他在极短的时间内掌握了最伟大的功业,差一点就在一轮行动中成为几乎整个伯罗奔尼撒的主人,却又很快失去了一切。因为出征的人中,有的立刻离他而去,另一些不久后便将城池献给了安提柯。

语法注3 条
  1. Cleomenes.21.1καταπιστωσάμενος πρὸς αὑτόν

    中动态分词 καταπιστωσάμενος 在此与 ὑπὲρ τῶν Ἀργείων 连用,表示“为阿耳戈斯人作保、担保其忠诚”。πρὸς αὑτόν 中的 αὑτόν 是间接反身代词,指代主句主语克里昂米尼,而非从句主语 ἐκεῖνος(梅吉斯托努斯)。

  2. Cleomenes.21.1ὡς οὐδενὸς μεγάλου περὶ τὸ Ἄργος, ἀλλὰ ταραχῆς τινος ἀπʼ ἀνθρώπων ὀλίγων γεγενημένης

    由 ὡς 引导的属格绝对结构。前半分句 οὐδενὸς μεγάλου 省略了分词 γεγενημένου 或 ὄντος,与后半句的 γεγενημένης 形成平行对仗。ὡς 表示主语克里昂米尼陈述、宣称的主观内容或借口,借以安抚科林斯人。

  3. Cleomenes.21.4μετὰ μικρὸν ὅλης ὁμοῦ τι μιᾷ περιόδῳ Πελοποννήσου κύριος γενέσθαι δεήσας

    δεήσας 在此是类似 ὀλίγου δεῖν(差一点就……)的人称结构用法,为主格分词,修饰主语克里昂米尼,并支配不定式 γενέσθαι。结合 μετὰ μικρόν,意为“只差一点点就成为(全伯罗奔尼撒的)主人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.21.1-Cleomenes.21.4