← 普鲁塔克

亚基斯与克里昂米尼传

§Cleomenes.20.1-Cleomenes.20.4

奥内亚山岭的防御与阿尔戈斯叛乱

克里昂米尼据守奥内亚山岭险要成功阻遏安提柯大军,但阿尔戈斯民众因债务未废而发动叛乱,阿拉图斯与阿开亚军趁势介入支援。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Cleomenes.20.1

τοῦ δὲ Ἀντιγόνου μετὰ πολλῆς δυνάμεως τὴν Γεράνειαν ὑπερβάλλοντος οὐκ ᾤετο δεῖν τὸν Ἰσθμόν, ἀλλὰ τὰ Ὄνεια χαρακώσας καί τειχίσας φυλάττειν,1 καί τοπομαχῶν ἀποτρίβεσθαι τοὺς Μακεδόνας μᾶλλον ἢ συμπλέκεσθαι πρὸς φάλαγγα συνησκημένην. καί τούτοις χρώμενος τοῖς λογισμοῖς εἰς ἀπορίαν καθίστη τὸν Ἀντίγονον.

当安提柯率领大军翻越格拉内亚山时,克里昂米尼认为不应守卫地峡,而应当在奥内亚山岭立栅筑垒以作防守,利用有利地形作战来消磨马其顿军,而非与训练有素的方阵正面交锋。遵循这一策略,他使安提柯陷入了困境。

§Cleomenes.20.2

οὔτε γὰρ σῖτον εἶχεν ἐκ παρασκευῆς ἱκανόν, οὔτε βιάσασθαι τὴν πάροδον, καθημένου τοῦ Κλεομένους, ἦν ῥᾴδιον ἐπιχειρήσας δὲ παραδύεσθαι διὰ τοῦ Λεχαίου νυκτός ἐξέπεσε καί τινας ἀπέβαλε τῶν στρατιωτῶν, ὥστε παντάπασι θαρρῆσαι τὸν Κλεομένη καί τοὺς περὶ αὐτὸν ἐπηρμένους τῇ νίκῃ τραπέσθαι πρὸς τὸ δεῖπνον, ἀθυμεῖν δὲ τὸν Ἀντίγονον εἰς οὐκ εὐπόρους κατακλειόμενον ὑπὸ τῆς ἀνάγκης λογισμούς.

因为安提柯既没有准备充足的粮食,而在克里昂米尼据险布阵的情况下,强行突破隘口亦非易事;他曾企图在夜间借道莱开翁潜入,却被打退并损失了若干士兵。结果,克里昂米尼信心倍增,其部下也因胜利而备受鼓舞,着手享用晚膳;而安提柯则在困境逼迫下陷入难堪的筹划中,沮丧不已。

§Cleomenes.20.3

ἐβουλεύετο γὰρ ἐπὶ τὴν ἄκραν ἀναζευγνύναι τὸ Ἡραῖον κἀκεῖθεν εἰς Σικυῶνα πλοίοις περαιῶσαι τὴν δύναμιν ὃ καί χρόνου πολλοῦ καί παρασκευῆς ἦν οὐ τῆς τυχούσης,2 ἤδη δὲ πρὸς ἑσπέραν ἧκον ἐξ Ἄργους κατὰ θάλατταν ἄνδρες Ἀράτου φίλοι, καλοῦντες αὐτὸν ὡς ἀφισταμένων τῶν Ἀργείων τοῦ Κλεομένους, ὁ δὲ πράττων ἦν τὴν ἀπόστασιν Ἀριστοτέλης· καὶ τὸ πλῆθος οὐ χαλεπῶς ἔπεισεν, ἀγανακτοῦν ὅτι χρεῶν ἀποκοπὰς οὐκ ἐποίησεν αὐτοῖς ὁ Κλεομένης ἐλπίσασι.3

因为他正打算将部队撤向赫拉神庙的海角,再从那里乘船将兵力运渡到西库昂,但这既需大量时间,又非普通筹备所能办到。然而已近黄昏时分,从阿尔戈斯经由海路赶来了一些阿拉图斯的朋友,他们呼唤阿拉图斯,称阿尔戈斯人正背叛克里昂米尼。策动这次叛乱的正是阿里斯托特勒;他轻而易举地劝服了民众,因为民众原本期望克里昂米尼能够废除债务,见其并未实行而愤愤不平。

§Cleomenes.20.4

λαβὼν οὖν ὁ Ἄρατος παρʼ Ἀντιγόνου στρατιώτας χιλίους καί πεντακοσίους παρέπλευσεν εἰς Ἐπίδαυρον. ὁ δὲ Ἀριστοτέλης ἐκεῖνον οὐ περιέμενεν, ἀλλὰ τοὺς πολίτας παραλαβὼν προσεμάχετο τοῖς φρουροῦσι τὴν ἀκρόπολιν καί παρῆν αὐτῷ Τιμόξενος μετὰ τῶν Ἀχαιῶν ἐκ Σικυῶνος βοηθῶν.

于是阿拉图斯从安提柯那里得到一千五百名士兵,沿岸航行至埃皮道罗斯。阿里斯托特勒却并未等候他,而是带领市民攻打守卫卫城的部队;提摩克塞诺斯亦率领阿开亚军从西库昂赶来支援助阵。

语法注3 条
  1. Cleomenes.20.1οὐκ ᾤετο δεῖν τὸν Ἰσθμόν, ἀλλὰ τὰ Ὄνεια χαρακώσας καί τειχίσας φυλάττειν

    οὐκ ᾤετο δεῖν 意为“他认为不应当”,否定词 οὐ 在句法上修饰 ᾤετο,但在语义上否定不定式 δεῖν。此外,τὸν Ἰσθμόν 之后省略了后文出现的动词不定式 φυλάττειν(即“认为不应当[守卫]地峡,而应当守卫奥内亚山”)。

  2. Cleomenes.20.3ὃ καί χρόνου πολλοῦ καί παρασκευῆς ἦν οὐ τῆς τυχούσης

    关系代词 ὃ 指代前句关于渡海的整个计划,后接表示性质或特征的表语属格(χρόνου πολλοῦ, παρασκευῆς...),意为“此举属于需要大量时间与非同寻常之筹备的性质”。οὐ τῆς τυχούσης 是表示“非寻常的、重大的”习用缓叙表达(litotes)。

  3. Cleomenes.20.3ἀγανακτοῦν ὅτι χρεῶν ἀποκοπὰς οὐκ ἐποίησεν αὐτοῖς ὁ Κλεομένης ἐλπίσασι

    分词 ἀγανακτοῦν(中性单数主格)在语法上与集合名词 τὸ πλῆθος 一致,表原因。αὐτοῖς ... ἐλπίσασι 为间接宾语的与格,分词 ἐλπίσασι 修饰 αὐτοῖς,意为“对满怀期待的他们(未予免除债务)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.20.1-Cleomenes.20.4