- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.19.1-Cleomenes.19.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
围绕阿克罗科林斯,克里昂米尼与阿拉图斯的谈判破裂;阿拉图斯促成将卫城移交给安提柯,克里昂米尼遂劫掠西库昂领地。
ἑαλωκότος δὲ Ἄργους καὶ κατόπιν εὐθὺς προσθεμένων τῷ Κλεομένει Κλεωνῶν καὶ Φλιοῦντος, ἐτύγχανε μὲν ὁ Ἄρατος ἐν Κορίνθῳ ποιούμενός τινα τῶν λεγομένων λακωνίζειν ἐξέτασιν ἀγγελίας δὲ περὶ τούτων προσπεσούσης διαταραχθεὶς καὶ τήν πόλιν ἀποκλίνουσαν αἰσθόμενος πρὸς τόν Κλεομένη καὶ τῶν Ἀχαιῶν ἀπαλλαγῆναι βουλομένην, ἐκάλει μὲν εἰς τὸ βουλευτήριον τοὺς πολίτας, ἔλαθε δὲ διολισθὼν1 ἄχρι τῆς πύλης, ἐκεῖ δὲ τοῦ ἵππου προσαχθέντος ἀναβὰς ἔφυγεν εἰς Σικυῶνα.
阿尔戈斯陷落之后,克里昂奈与弗利乌斯亦紧随其后倒向克里昂米尼。此时阿拉图斯恰好在科林斯,正对那些被传言倾向斯巴达的人进行审讯;但当这些变故的消息传到,他惊慌失措,察觉到全城正倒向克里昂米尼并渴望摆脱阿开亚人,于是召集市民前往议事厅,却暗中溜到了城门处,在那里乘上牵来的马匹,逃往西库昂。
τῶν δὲ Κορινθίων ἁμιλλωμένων εἰς Ἄργος πρὸς τόν Κλεομένη φησὶν ὁ Ἄρατος τοὺς ἵππους πάντας ῥαγῆναι, τόν δὲ Κλεομένη μέμφεσθαι τοὺς Κορινθίους μὴ συλλαβόντας αὐτόν, ἀλλʼ ἐάσαντας διαφυγεῖν οὐ μὴν ἀλλὰ καὶ πρὸς αὐτόν ἐλθεῖν Μεγιστόνουν παρὰ τοῦ Κλεομένους δεομένου παραλαβεῖν τὸν Ἀκροκόρινθον2 εἶχε γὰρ φρουρὰν Ἀχαιῶν καὶ πολλὰ χρήματα διδόντος· ἀποκρίνασθαι δὲ αὐτόν ὡς οὐκ ἔχει τὰ πράγματα, μᾶλλον δὲ ὑπὸ τῶν πραγμάτων αὐτὸς ἔχεται· ταῦτα μὲν ὁ Ἄρατος γέγραφεν.
阿拉图斯记述说,当科林斯人竞相赶往阿尔戈斯去见克里昂米尼时,所有的马匹都跑至力竭暴毙;克里昂米尼责怪科林斯人没有抓住阿拉图斯,反而放他逃跑。不仅如此,梅吉斯托诺乌斯还从克里昂米尼处来到他那里,〔克里昂米尼〕要求接管阿克罗科林斯——因为那里驻扎着阿开亚人的卫队——并提出给予巨额金钱;阿拉图斯却回答说,并非他掌握局势,而是局势掌握着他。这些都是阿拉图斯所记述的。
ὁ δὲ Κλεομένης ἐκ τοῦ Ἄργους ἐπελθὼν καὶ προσαγαγόμενος Τροιζηνίους, Ἐπιδαυρίους, Ἑρμιονέας, ἧκεν εἰς Κόρινθον καὶ τήν μὲν ἄκραν περιεχαράκωσε, τῶν Ἀχαιῶν οὐ βουλομένων ἐκλιπεῖν, τοῦ δὲ Ἀράτου τοὺς φίλους καὶ τοὺς ἐπιτρόπους μεταπεμψάμενος ἐκέλευσε τήν οἰκίαν καὶ τὰ χρήματα λαβόντας φυλάττειν καὶ διοικεῖν.
克里昂米尼则从阿尔戈斯进军,收服了特罗曾人、埃皮道罗斯人和赫耳弥奥涅人,来到科林斯;由于阿开亚人坚决不肯放弃卫城,他便修筑木栅围困卫城,又召来阿拉图斯的朋友和管家们,命令他们接管并保管照看其宅第与财产。
Τριτύμαλλον δὲ πάλιν τόν Μεσσήνιον ἀπέστειλε πρὸς αὐτόν, ἀξιῶν ὑπὸ τῶν Ἀχαιῶν καὶ τῶν Λακεδαιμονίων ὁμοῦ φυλάττεσθαι τόν Ἀκροκόρινθον, ἰδίᾳ δὲ τῷ Ἀράτῳ διπλῆν ἐπαγγελλόμενος τήν σύνταξιν ἧς ἐλάμβανε3 παρὰ Πτολεμαίου τοῦ βασιλέως, ἐπεὶ δὲ ὁ Ἄρατος οὐχ ὑπήκουσεν, ἀλλὰ τόν τε υἱὸν ἔπεμψε πρὸς τόν Ἀντίγονον μετὰ τῶν ἄλλων ὁμήρων καὶ ψηφίσασθαι τοὺς Ἀχαιοὺς ἔπεισεν Ἀντιγόνῳ παραδιδόναι τόν Ἀκροκόρινθον, οὕτως ὁ Κλεομένης τήν τε Σικυωνίαν ἐμβαλὼν ἐπόρθησε, καὶ τὰ χρήματα τοῦ Ἀράτου, τῶν Κορινθίων αὐτῷ ψηφισαμένων, δωρεὰν ἔλαβε.
他又派遣麦塞尼亚人特里蒂马洛斯去见阿拉图斯,提议由阿开亚人和拉刻代蒙人共同守卫阿克罗科林斯,并私下许诺付给阿拉图斯双倍于他从普托勒密国王那里领取的津贴。然而阿拉图斯不仅未从,反而将自己的儿子随同其他质子一并送往安提柯处,并说服阿开亚人表决将阿克罗科林斯移交给安提柯;于是克里昂米尼侵入西库昂境内进行劫掠,并在科林斯人表决授予之下,将阿拉图斯的财产作为赠礼收归己有。
- Cleomenes.19.1ἔλαθε δὲ διολισθὼν
动词λανθάνω与补充分词διολισθών构成的惯用句式,意为“不知不觉地溜走”或“暗中溜出”。与前文的ἐκάλει μὲν通过μέν... δέ形成对比,突显其表面召集公民而暗中潜逃的举动。
- Cleomenes.19.2δεομένου παραλαβεῖν τὸν Ἀκροκόρινθον
属格分词δεομένου以及其后的διδόντος在性、数、格上一致修饰介词短语παρὰ τοῦ Κλεομένους中的属格名词,而非不定式的主格/宾格主语Μεγιστόνουν。这说明提出要求并开出重金的是派遣使者前来的克里昂米尼本人。
- Cleomenes.19.4ἧς ἐλάμβανε
关系代词的格受吸引(attractio relativi)。按正常句法,该词作为ἐλάμβανε的直接宾语本应为宾格ἣν,但受其先行词结构(与διπλῆν构成的从属格/比较结构)的牵引而变为属格ἧς。
