- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.1.1-Cleomenes.1.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿吉斯死后,列奥尼达斯强行将富有的女继承人阿吉亚蒂斯嫁给年轻的克里昂米尼。阿吉亚蒂斯向他传递阿吉斯的志向,二人感情深厚,文中进而描绘了克里昂米尼雄心勃勃而刚烈的性情。
ἀποθανόντος δὲ αὐτοῦ τὸν μὲν ἀδελφὸν Ἀρχίδαμον οὐκ ἔφθη συλλαβεῖν1 ὁ Λεωνίδας εὐθὺς ἐκφυγόντα, τὴν δὲ γυναῖκα παιδίον ἔχουσαν νεογνὸν ἐκ τῆς οἰκίας ἀπαγαγὼν βίᾳ Κλεομένει τῷ υἱῷ συνῴκισεν οὐ πάνυ γάμων ὥραν ἔχοντι, τὴν δὲ ἄνθρωπον ἄλλῳ δοθῆναι μὴ βουλόμενος. ἦν γὰρ οὐσίας τε μεγάλης ἐπίκληρος ἡ Ἀγιᾶτις Γυλίππου τοῦ πατρός, ὥρᾳ τε καὶ κάλλει πολὺ τῶν Ἑλληνίδων διαφέρουσα καὶ τὸν τρόπον ἐπιεικής.
在阿吉斯死后,其弟阿基达马斯立即出逃,列奥尼达斯未能及时将其捕获;但他将抱着刚出生的婴儿的阿吉斯之妻从家中强行带走,配给了尚未完全到达婚龄的儿子克里昂米尼,因为他不愿将这妇人交给旁人。原来阿吉亚蒂斯是从其父吉利普斯处继承了巨额财产的女子继承人,在青春与美貌上远超希腊妇女,性情亦十分温厚。
διὸ πολλὰ μὲν ἐποίησεν, ὥς φασι, μὴ βιασθῆναι δεομένη, συνελθοῦσα δὲ εἰς ταὐτὸ τῷ Κλεομένει τὸν μὲν Λεωνίδαν ἐμίσει, περὶ δὲ αὐτὸν τὸν νεανίσκον ἦν ἀγαθὴ γυνὴ καὶ φιλόστοργος, ἐρωτικῶς ἅμα τῷ λαβεῖν πρὸς αὐτὴν διατεθέντα καί τινα τρόπον συμπαθοῦντα2 τῇ πρὸς τὸν Ἆγιν εὐνοίᾳ καὶ μνήμῃ τῆς γυναικός, ὥστε καὶ πυνθάνεσθαι πολλάκις περὶ τῶν γεγονότων καὶ προσέχειν ἐπιμελῶς διηγουμένης ἐκείνης ἣν ὁ Ἆγις ἔσχε διάνοιαν καὶ προαίρεσιν.
因此据说她想尽了一切办法,恳求不要受人强迫;然而在与克里昂米尼同居之后,她虽憎恨列奥尼达斯,对那个青年本人却是一位贤惠而深情的妻子。因为克里昂米尼自娶她之始便对她怀有热烈的情感,并在某种程度上同情她对阿吉斯的深情与怀念,以致克里昂米尼常常询问过去发生的事情,并在她讲述阿吉斯生前的心思与志向时专注倾听。
ἦν δὲ καὶ φιλότιμος μὲν καὶ μεγαλόφρων ὁ Κλεομένης καὶ πρὸς ἐγκράτειαν καὶ ἀφέλειαν οὐχ ἧττον τοῦ Ἄγιδος εὖ πεφυκώς, τὸ δὲ εὐλαβὲς ἄγαν ἐκεῖνο καὶ πρᾶον οὐκ εἶχεν, ἀλλὰ κέντρον τι θυμοῦ τῇ φύσει προσέκειτο καὶ μετὰ σφοδρότητος ὁρμὴ πρὸς τὸ φαινόμενον ἀεὶ καλόν, ἐφαίνετο δὲ κάλλιστον μὲν αὐτῷ κρατεῖν ἑκόντων, καλὸν δὲ καὶ μὴ πειθομένων περιεῖναι πρὸς τὸ βέλτιον ἐκβιαζόμενον.3
克里昂米尼富有抱负且气魄宏大,在自制与质朴方面生来的禀赋亦不下于阿吉斯,但他并未具备阿吉斯那种过分的谨慎与温和;相反,某种热烈心性的刺激深植于他的天性之中,对于凡是显现为美好高贵之事,都怀有一种强烈的冲动。在他看来,统治自愿归顺之人最为崇高,但强迫不顺服之人走向更好之途而压制他们,亦同样是高尚之举。
- Cleomenes.1.1οὐκ ἔφθη συλλαβεῖν
动词 φθάνω 在古典雅典散文中通常与分词连用表示“先于……做某事”,但在希腊化及普鲁塔克时代的希腊语中,该词常支配不定式(φθάνω + 不定式)。此处与否定词 οὐκ 连用,表示“未及捕获”、“没来得及捉拿”。
- Cleomenes.1.2διατεθέντα καί τινα τρόπον συμπαθοῦντα
阳性单数宾格分词 διατεθέντα 与 συμπαθοῦντα 在语法与语义上修饰前置词短语中的 αὐτὸν τὸν νεανίσκον。它们作状语性原因分词,解释了阿吉亚蒂斯为何对这位青年自身成为贤妻的原因(即因为克里昂米尼待她深情且同情她的处境)。
- Cleomenes.1.3ἐκβιαζόμενον
阳性单数宾格分词 ἐκβιαζόμενον 与不定式 περιεῖναι 的逻辑主语(克里昂米尼)保持一致。属格分词短语 μὴ πειθομένων 受动词 περιεῖναι(“压倒”、“制胜”)支配,而 ἐκβιαζόμενον 则表示伴随或方式(“强迫顺从更好之路”)。
