- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.18.1-Cleomenes.18.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克里昂米尼占领阿尔戈斯的成就与昔日斯巴达诸王及皮洛士的失败形成对照,促使曾嘲笑其改革的人不得不承认斯巴达的惊人复兴与霸权回归。
οὐ μικρὸν οὖν τοῦτο καὶ πρὸς δόξαν αὐτῷ καὶ δύναμιν ὑπῆρχεν. οὔτε γὰρ οἱ πάλαι βασιλεῖς Λακεδαιμονίων πολλὰ πραγματευσάμενοι προσαγαγέσθαι τὸ Ἄργος βεβαίως ἠδυνήθησαν, τε δεινότατος τῶν στρατηγῶν Πύρρος εἰσελθὼν καὶ βιασάμενος οὐ κατέσχε τὴν πόλιν, ἀλλʼ ἀπέθανε καὶ πολὺ συνδιεφθάρη μέρος αὐτῷ τῆς δυνάμεως.
因此,这对他的名声与权势而言绝非微不足道之助。因为昔日的拉刻代蒙诸王历经多方图谋,亦未能将阿尔戈斯牢固地归附于己;而众将领中最令人畏惧的皮洛士虽已攻入城中并施展暴力,却未能占领这座城邦,反而阵亡,其大批军队亦随之覆灭。
ὅθεν ἐθαύμαζον τὴν ὀξύτητα καὶ διάνοιαν τοῦ Κλεομένους· καὶ οἱ πρότερον αὐτοῦ τὸν Σόλωνα καὶ τὸν Λυκοῦργον ἀπομιμήσασθαι φάσκοντες ἐν τῇ τῶν χρεῶν ἀφέσει καὶ τῇ τῶν κτημάτων ἐξισώσει καταγελῶντες,1 τότε παντελῶς ἐπείθοντο τοῦτο αἴτιον γεγονέναι τῆς περὶ τοὺς Σπαρτιάτας μεταβολῆς.
由此,人们对克里昂米尼的敏捷与智谋惊叹不已;那些先前嘲笑他、声称他在免除债务与平分财产上乃是在模仿梭伦和吕库古的人,此时亦完全确信,这正是斯巴达人发生蜕变的原因。
οὕτω γὰρ ἔπραττον τὸ πρὶν ταπεινὰ καὶ βοηθεῖν αὑτοῖς ἀδυνάτως εἶχον, ὥστε πέντε μυριάδας ἀνδραπόδων ἐμβαλόντας εἰς τὴν Λακωνικὴν Αἰτωλοὺς ἀπαγαγεῖν, ὅτε φασὶν εἰπεῖν τινα τῶν πρεσβυτέρων Σπαρτιατῶν ὡς ὤνησαν οἱ πολέμιοι τὴν Λακωνικὴν ἀποκουφίσαντες.
因为他们早先的境况如此卑下,且完全无力自救,以致埃托利亚人侵入拉科尼亚并掳走了五万奴隶;据传当时有一位年长的斯巴达人说,敌人减轻了拉科尼亚的负担,倒反而是造福了它。
ὀλίγου δὲ χρόνου διελθόντος ἁψάμενοι μόνον τῶν πατρίων ἐθῶν καὶ καταστάντες εἰς ἴχνος ἐκείνης τῆς ἀγωγῆς, ὥσπερ παρόντι καὶ συμπολιτευομένῳ τῷ Λυκούργῳ2 πολλὴν ἐπίδειξιν ἀνδρείας ἐποιοῦντο καὶ πειθαρχίας, τὴν τῆς Ἑλλάδος ἀναλαμβάνοντες ἡγεμονίαν τῇ Λακεδαίμονι καὶ ἀνακτώμενοι τὴν Πελοπόννησον.
然而仅仅过了很短的时间,他们不过是重新接触了祖传的习俗并回归到昔日教养体制的轨辙之中,便仿佛吕库古亲临并在政务中与他们同在一般,展现出极大的勇敢与纪律,正为拉刻代蒙重夺希腊的霸权,收复伯罗奔尼撒。
- Cleomenes.18.2αὐτοῦ ... καταγελῶντες
属格 αὐτοῦ 作为宾格性属格,从属于后方支配属格的分词 καταγελῶντες。由于中间插入了 φάσκοντες 及其所带的不定式短语而形成了倒置离隔(hyperbaton),整个主语短语的骨干为 οἱ πρότερον αὐτοῦ ... καταγελῶντες(“先前嘲笑他的人们”)。
- Cleomenes.18.4ὥσπερ παρόντι καὶ συμπολιτευομένῳ τῷ Λυκούργῳ
与格 τῷ Λυκούργῳ 及其一致的分词 παρόντι καὶ συμπολιτευομένῳ 作为间接宾语性质的与格,依附于主句动词短语 πολλὴν ἐπίδειξιν ... ἐποιοῦντο(“向……展现/夸示”)。与连词 ὥσπερ(“宛如”)结合,表达“仿佛在亲临并共同执政的吕库古面前展现一般”的情态。
