- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.17.1-Cleomenes.17.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
由于阿拉托斯提出的苛刻条件导致和解破裂,克里昂米尼对阿开亚同盟宣战并攻取佩勒涅等城镇,随后趁奈梅亚节会之机夜袭阿尔戈斯,迫使其未经抵抗便屈服结盟。
ἐλθόντων δὲ Ἀχαιῶν εἰς Ἄργος αὖθις ἐπὶ τὸν σύλλογον καὶ τοῦ Κλεομένους ἐκ Τεγέας καταβεβηκότος ἐλπὶς ἦν πολλὴ τῶν ἀνθρώπων ἔσεσθαι τὴν διάλυσιν. ὁ δὲ Ἄρατος, ἤδη διωμολογημένων αὐτῷ πρὸς τὸν Ἀντίγονον τῶν μεγίστων, φοβούμενος τὸν Κλεομένη μὴ πάντα διαπράξηται καθομιλήσας τὸ πλῆθος ἢ καὶ βιασάμενος, ἠξίου λαβόντα τριακοσίους ὁμήρους μόνον εἰσιέναι πρὸς αὐτούς, ἢ κατὰ γυμνάσιον ἔξωθεν τὸ Κυλλαράβιον προσελθόντα μετὰ τῆς δυνάμεως διαλέγεσθαι.
当阿开亚人为了公民大会再次来到阿尔戈斯,且克里昂米尼亦从忒革亚下来之时,人们怀着极大的希望,认为必将达成和解。然而阿拉托斯由于已同安提柯就最重要的各项事宜达成了协议,害怕克里昂米尼通过说服民众或凭暴力达成一切目的,便要求他要么接收三百名人质而单独进入他们之中,要么率军来到城外的居拉拉比昂竞技场旁进行谈判。
ταῦτʼ ἀκούσας ὁ Κλεομένης ἄδικα πάσχειν ἔφασκε· δεῖν γὰρ εὐθὺς αὐτῷ τότε προειπεῖν, οὐ νῦν, ἥκοντος ἐπὶ τὰς θύρας τὰς ἐκείνων,1 ἀπιστεῖν καὶ ἀπελαύνειν. γράψας δὲ περὶ τούτων ἐπιστολὴν πρὸς τοὺς Ἀχαιούς, ἧς ἦν τὸ πλεῖστον Ἀράτου κατηγορία, πολλὰ δὲ καὶ τοῦ Ἀράτου λοιδορήσαντος αὐτὸν πρὸς τὸ πλῆθος, ἀνέζευξε διὰ ταχέων καὶ κήρυκα πόλεμον προεροῦντα τοῖς Ἀχαιοῖς ἔπεμψεν, οὐκ εἰς Ἄργος, ἀλλʼ εἰς Αἴγιον, ὥς φησιν Ἄργος,2 ὅπως φθάσῃ τὴν παρασκευὴν αὐτῶν.
克里昂米尼闻听此言,声称自己遭受了不公正的对待;因为他们本应在当时立刻告知他,而不是如今在他已来到他们门前之际才表露不信并将他拒之门外。克里昂米尼就此事致信阿开亚人,信中大半是对阿拉托斯的控诉;而阿拉托斯亦在民众面前对他百般辱骂。克里昂米尼遂迅速拔营,并派遣使节向阿开亚人宣战,不是派往阿尔戈斯,而是派往埃吉昂(正如阿拉托斯所言),以便赶在他们作好防备之前先发制人。
ἐγεγόνει δὲ κίνημα τῶν Ἀχαιῶν, καὶ πρὸς ἀπόστασιν ὥρμησαν αἱ πόλεις, τῶν μὲν δήμων νομήν τε χώρας καὶ χρεῶν ἀποκοπὰς ἐλπισάντων, τῶν δὲ πρώτων πολλαχοῦ βαρυνομένων τὸν Ἄρατον, ἐνίων δὲ καὶ διʼ ὀργῆς ἐχόντων ὡς ἐπάγοντα τῇ Πελοποννήσῳ Μακεδόνας, διὸ τούτοις ἐπαρθεὶς ὁ Κλεομένης εἰς Ἀχαΐαν ἐνέβαλε· καὶ πρῶτον μὲν εἷλε Πελλήνην ἐξαπίνης ἐπιπεσὼν, καὶ τοὺς φρουροῦντας ἐξέβαλε τῶν Ἀχαιῶν μετὰ δὲ ταῦτα Φενεὸν προσηγάγετο καὶ Πεντέλειον.
阿开亚人之间发生了骚动,各城邦纷纷倾向于叛离,因为民众企盼着土地的重新分配与债务的免除,而在许多地方,头面人物对阿拉托斯深感不满,更有一些人因他将马其顿人引向伯罗奔尼撒而怒火中烧。因此,受到这些情况鼓舞的克里昂米尼侵入了阿开亚;他首先突袭并攻占了佩勒涅,逐出了驻守的阿开亚人,随后又降服了费内奥斯和彭特莱翁。
ἐπεὶ δὲ φοβηθέντες οἱ Ἀχαιοὶ προδοσίαν τινὰ πραττομένην ἐν Κορίνθῳ καὶ Σικυῶνι τοὺς ἱππεῖς καὶ τοὺς ξένους ἀπέστειλαν ἐξ Ἄργους ἐκεῖ παραφυλάξοντας, αὐτοὶ δὲ τὰ Νέμεια καταβάντες εἰς Ἄργος ἦγον, ἐλπίσας, ὅπερ ἦν, ὁ Κλεομένης, ὄχλου πανηγυρικοῦ καὶ θεατῶν τὴν πόλιν γέμουσαν ἀπροσδοκήτως ἐπελθὼν μᾶλλον ταράξειν,3 νυκτὸς ἦγε πρὸς τὰ τείχη τὸ στράτευμα, καὶ τὸν περὶ τὴν Ἀσπίδα τόπον καταλαβὼν ὑπὲρ τοῦ θεάτρου χαλεπὸν ὄντα καὶ δυσπρόσοδον οὕτως τοὺς ἀνθρώπους ἐξέπληξεν ὥστε μηδένα τραπέσθαι πρὸς ἀλκήν, ἀλλὰ καὶ φρουρὰν λαβεῖν,4 καὶ δοῦναι τῶν πολιτῶν ὁμήρους εἴκοσι, καὶ γενέσθαι συμμάχους Λακεδαιμονίων, ἔχοντος ἐκείνου τὴν ἡγεμονίαν.
当时,阿开亚人因害怕科林斯和西库昂有人暗中策划叛变,便从阿尔戈斯派遣骑兵和雇佣兵前去防范,而他们自己则前往阿尔戈斯主持举办奈梅亚竞技会;克里昂米尼料想(事实确也如此),若在全城挤满节庆人群和观赛者时发动不意袭击,定能引发更大的混乱,于是在夜间率军逼近城墙。他占领了剧场上方地势险要、难以接近的阿斯皮斯周边一带,使人们惊恐万状,以致无人转向抵抗,反而接纳了驻军,交出了二十名市民作为人质,并在克里昂米尼掌握统领权的前提下成为了拉刻代蒙人的同盟者。
- Cleomenes.17.2ἥκοντος ἐπὶ τὰς θύρας τὰς ἐκείνων
破格构文(anacoluthon)。句中原本承接 δεῖν... αὐτῷ 而使用与格,指代克里昂米尼,但此处未用与格分词 ἥκοντι,而是转为独立属格 ἥκοντος。这在语法上脱离了严格的呼应,用以突显他已抵达门前却被断然拒绝的突兀情境。
- Cleomenes.17.2ὥς φησιν Ἄργος
以 Ἄργος 作单数动词 φησίν 主语的从属句,意指阿尔戈斯官方记录或当地说法。虽然部分校勘学者根据上下文阿拉托斯回忆录的频繁引用,推测此处可能为 Ἄρατος(阿拉托斯)之抄误,但依传抄原文则指“正如阿尔戈斯方面所述”。
- Cleomenes.17.4ἐλπίσας, ὅπερ ἦν, ὁ Κλεομένης, ὄχλου πανηγυρικοῦ καὶ θεατῶν τὴν πόλιν γέμουσαν ἀπροσδοκήτως ἐπελθὼν μᾶλλον ταράξειν
倒置与插入构文(hyperbaton)。分词 ἐλπίσας 支配后置的不定词 ταράξειν 及其宾语 τὴν πόλιν,中插插入句 ὅπερ ἦν(“事实确是如此”)。其中 γέμουσαν 作定语修饰 τὴν πόλιν 并统辖属格 ὄχλου... καὶ θεατῶν,而 ἐπελθὼν 则为主语 ὁ Κλεομένης 的伴随情况分词。
- Cleomenes.17.5ὥστε μηδένα τραπέσθαι πρὸς ἀλκήν, ἀλλὰ καὶ φρουρὰν λαβεῖν
在 ὥστε 引导的结果从句不定词结构中发生了逻辑主语的转换:前一肢 μηδένα τραπέσθαι 的主语是泛指的 μηδένα(无人),而转折连词 ἀλλά 之后的各不定词(λαβεῖν, δοῦναι, γενέσθαι)在语义上则切换为以全体阿尔戈斯人为主语。
