← 普鲁塔克

亚基斯与克里昂米尼传

§Cleomenes.16.1-Cleomenes.16.6

阿拉托斯引马其顿王安提柯入希腊

阿拉托斯因担忧克里昂米尼的崛起危及自身权位,不顾民众意向转而引狼入室,召宿敌马其顿王安提柯进入希腊;普鲁塔克由此感叹人性的软弱与悲哀。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Cleomenes.16.1

τοῦτο διελυμήνατο τὰ πράγματα τῆς Ἑλλάδος, ἁμῶς γέ πως ἐκ τῶν παρόντων ἀναλαβεῖν αὑτὴν ἔτι καὶ διαφυγεῖν τὴν Μακεδόνων ὕβριν καὶ πλεονεξίαν δυναμένης,1 ὁ γὰρ Ἄρατος, εἴτε ἀπιστίᾳ καὶ φόβῳ τοῦ Κλεομένους, εἴτε φθονῶν εὐτυχοῦντι παρʼ ἐλπίδα καὶ νομίζων ἔτη τρία καὶ τριάκοντα πρωτεύοντος αὐτοῦ δεινὸν εἶναι τὴν δόξαν ἅμα καὶ τὴν δύναμιν ἐπιφύντα νέον ἄνδρα καθελεῖν, καὶ παραλαβεῖν πραγμάτων ηὐξημένων ὑπʼ αὐτοῦ καὶ κεκρατημένων χρόνον τοσοῦτον ἀρχήν, πρῶτον μὲν ἐπειρᾶτο τοὺς Ἀχαιοὺς παραβιάζεσθαι καὶ διακωλύειν ὡς δὲ οὐ προσεῖχον αὐτῷ τοῦ Κλεομένους ἐκπεπληγμένοι τὸ θράσος, ἀλλὰ καὶ δικαίαν ἐποιοῦντο τὴν ἀξίωσιν τῶν Λακεδαιμονίων, εἰς τὸ πάτριον σχῆμα κοσμούντων τὴν Πελοπόννησον, τρέπεται πρὸς ἔργον2 οὐδενὶ μὲν τῶν Ἑλλήνων προσῆκον, αἴσχιστον δʼ ἐκείνῳ καὶ τῶν πεπραγμένων ὑπʼ αὐτοῦ καὶ πεπολιτευμένων ἀναξιώτατον, Ἀντίγονον ἐπὶ τὴν Ἑλλάδα καλεῖν καὶ Μακεδόνων ἐμπιπλάναι τὴν Πελοπόννησον, οὓς αὐτὸς ἐκ Πελοποννήσου μειράκιον ὢν ἐξήλασεν ἐλευθερώσας τὸν Ἀκροκόρινθον, καὶ πᾶσι μὲν τοῖς βασιλεῦσιν ὕποπτος καὶ διάφορος γενόμενος, τουτονὶ δὲ αὐτὸν Ἀντίγονον εἰρηκὼς κακὰ μυρία διʼ ὧν ἀπολέλοιπεν ὑπομνημάτων.

这一变故败坏了希腊的大局,而希腊原本尚能以某种方式从当前的困境中复兴自身,摆脱马其顿人的骄横与贪求。因为阿拉托斯——不知是出于对克里昂米尼的不信任与恐惧,还是嫉妒其出人意料的顺遂,并且认为,当自己已居于领袖地位三十三年之久时,竟被一个突然崛起的年轻男子一举推翻其声望与权力,并接管由他所壮大、统辖如此长久之局面的领导权,是一件骇人听闻的事——起初试图强加阻挠阿开亚人。然而,当众人惊异于克里昂米尼的胆魄而不再听从他,甚至认为旨在将伯罗奔尼撒重整为祖传秩序的拉刻代蒙人的要求实属正当之时,他便转向了一件对任何希腊人都不适宜、对他本人而言最堪耻辱、且最不配其往昔业绩与政治生涯的勾当:将安提柯召入希腊,使伯罗奔尼撒遍布马其顿人。正是这些马其顿人,乃是他青年时期解放阿克罗科林斯而逐出伯罗奔尼撒的,而且他曾遭到所有君王的猜忌与敌视,并在自己留下的回忆录中将这位安提柯本人痛骂了千万遍。

§Cleomenes.16.4

καίτοι πολλὰ παθεῖν καὶ παραβαλέσθαι φησὶν αὐτὸς ὑπὲρ Ἀθηναίων, ὅπως ἡ πόλις ἀπαλλαγείη φρουρᾶς καὶ Μακεδόνων εἶτα τούτους ἐπὶ τὴν πατρίδα καὶ τὴν ἑστίαν τὴν ἑαυτοῦ μεθʼ ὅπλων εἰσήγαγεν ἄχρι τῆς γυναικωνίτιδος τὸν δὲ ἀφʼ Ἡρακλέους γεγονότα καὶ βασιλεύοντα Σπαρτιατῶν, καὶ τὴν πάτριον πολιτείαν, ὥσπερ ἁρμονίαν ἐκλελυμένην, ἀνακρουόμενον αὖθις ἐπὶ τὸν σώφρονα καὶ Δώριον ἐκεῖνον τοῦ Λυκούργου νόμον καὶ βίον, οὐκ ἠξίου Σικυωνίων ἡγεμόνα καὶ Τριταιέων γράφεσθαι,3 φεύγων δὲ τὴν μάζαν καὶ τὸν τρίβωνα, καὶ τὸ δεινότατον ὧν κατηγόρει Κλεομένους, ἀναίρεσιν πλούτου καὶ πενίας ἐπανόρθωσιν, διαδήματι καὶ πορφύρᾳ καὶ Μακεδονικοῖς καὶ σατραπικοῖς προστάγμασιν ὑπέρριψε μετὰ τῆς Ἀχαΐας αὑτόν, ἵνα μὴ Κλεομένει ποιεῖν δοκῇ τὸ προσταττόμενον, Ἀντιγόνεια θύων καὶ παιᾶνας ᾄδων αὐτὸς ἐστεφανωμένος εἰς ἄνθρωπον ὑπὸ φθόης κατασηπόμενον.

然而他自己宣称曾为雅典人受尽苦难、冒尽风险,以使该城摆脱守军与马其顿人;随后他却把带着武装的这些人引进了自己的祖国与家园,直至妇人内室。另一方面,对于出身赫拉克勒斯后裔、统御斯巴达人、并将如同松弛的音律一般的祖传政制重新校准回吕库古那克制而多里斯式的律法与生活之人,他却不屑于使其被登记为西库昂人与特里泰亚人的领袖。他逃避粗麦饼与粗大氅,逃避他指控克里昂米尼的最可怕之事——废除财富与救治贫困——为了不显得遵从克里昂米尼的号令,竟将自己连同阿开亚一起投掷于王冠、紫袍以及马其顿式乃至总督式的命令之下,主持安提柯节献祭,自己头戴花冠向一个因肺痨而逐渐腐烂的人高唱颂歌。

§Cleomenes.16.6

ἀλλὰ ταῦτα μὲν οὐκ Ἀράτου βουλόμενοι κατηγορεῖν γράφομεν ἐν πολλοῖς γὰρ ὁ ἀνὴρ οὗτος Ἑλληνικὸς γέγονε καὶ μέγας, οἰκτείροντες δὲ τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν, εἰ μηδὲ ἐν ἤθεσιν οὕτως ἀξιολόγοις καὶ διαφόροις πρὸς ἀρετὴν ἐκφέρειν δύναται τὸ καλὸν ἀνεμέσητον.

然而,我们记述这些并非意在谴责阿拉托斯(因为在许多方面此人实乃希腊式的伟人),而是怜悯人性的软弱:哪怕在如此卓越、于美德上超凡卓绝的品性之中,人性竟也无法孕育出毫无瑕疵的崇高善美。

语法注3 条
  1. Cleomenes.16.1ἁμῶς γέ πως ἐκ τῶν παρόντων ἀναλαβεῖν αὑτὴν ἔτι καὶ διαφυγεῖν τὴν Μακεδόνων ὕβριν καὶ πλεονεξίαν δυναμένης

    这是一个省去显式名词主语的独立属格结构,其逻辑主语由前文 τὰ πράγματα τῆς Ἑλλάδος 中的 τῆς Ἑλλάδος 充当。分词 δυναμένης 与反身代词 αὑτήν 均为阴性单数,清楚地表明了这一修饰一致关系。

  2. Cleomenes.16.1ὁ γὰρ Ἄρατος, εἴτε ... τρέπεται πρὸς ἔργον

    这是一个长周期句:语法主语 ὁ γὰρ Ἄρατος 经由并列原因短语(εἴτε ... εἴτε)后,先支配第一个主要动词 ἐπειρᾶτο(πρῶτον μὲν ἐπειρᾶτο...),继而在时间/原因从句(ὡς δὲ οὐ προσεῖχον...)之后支配第二个主要动词 τρέπεται。句子核心脉络为“阿拉托斯……起初试图……,但当……时,便转向了一件行径”。

  3. Cleomenes.16.4οὐκ ἠξίου Σικυωνίων ἡγεμόνα καὶ Τριταιέων γράφεσθαι

    前文极长的宾格短语 τὸν δὲ ἀφʼ Ἡρακλέους γεγονότα...(指克里昂米尼)充当受 οὐκ ἠξίου(“不屑于/不肯容许”)支配的被动不定词 γράφεσθαι 的逻辑主语。Σικυωνίων ἡγεμόνα καὶ Τριταιέων 为宾格补足语(“被记为西库昂人与特里泰亚人的领袖”),在此形成了强烈的讽刺对比:阿拉托斯宁可屈从于马其顿,也不愿让神裔斯巴达王被列为西库昂与特里泰亚的统领。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.16.1-Cleomenes.16.6