← 普鲁塔克

亚基斯与克里昂米尼传

§Cleomenes.15.1-Cleomenes.15.2

克里昂米尼索求霸权与因病延期会谈

阿开亚人战败后阿拉托斯推辞统帅之职,克里昂米尼顺势要求获得霸权以缔和,却因突发急病使和会受阻延期。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Cleomenes.15.1

οὕτω δὲ συντετριμμένοις τοῖς Ἀχαιοῖς ὁ μὲν Ἄρατος, εἰωθὼς παρʼ ἐνιαυτὸν1 ἀεὶ στρατηγεῖν, ἀπείπατο τὴν ἀρχὴν καὶ παρῃτήσατο καλούντων καὶ δεομένων2 οὐ καλῶς, οἷον ἐν χειμῶνι πραγμάτων μείζονι, μεθεὶς ἑτέρῳ τὸν οἴακα καὶ προέμενος τὴν ἐξουσίαν. ὁ δὲ Κλεομένης πρῶτον μὲν μέτρια τοῖς Ἀχαιοῖς ἐδόκει πρέσβεσιν ἐπιτάττειν, ἑτέρους δὲ πέμπων ἐκέλευεν αὐτῷ παραδιδόναι τὴν ἡγεμονίαν, ὡς τἆλλα μὴ διοισόμενος πρὸς αὐτούς, ἀλλὰ καὶ τοὺς αἰχμαλώτους εὐθὺς ἀποδώσων καὶ τὰ χωρία.

在阿开亚人如此遭受重创之际,一向习惯于隔年担任统帅的阿拉托斯,却在众人呼吁恳求之下辞退并谢绝了这一职位——在更加严重的风浪之中将舵柄让予他人并放弃权力,这种做法实非光彩。另一方面,克里昂米尼起初似乎向阿开亚人的使节提出了温和的要求,但随后另派使节命他们向其交出霸权,并许诺在其余事务上绝不与他们发生分歧,甚至会立即归还俘虏和据点。

§Cleomenes.15.2

βουλομένων δὲ τῶν Ἀχαιῶν ἐπὶ τούτοις δέχεσθαι τὰς διαλύσεις καὶ τὸν Κλεομένη καλούντων εἰς Λέρναν, ὅπου τὴν ἐκκλησίαν ἔμελλον ἔχειν, ἔτυχε τὸν Κλεομένη συντόνως ὁδεύσαντα καὶ χρησάμενον παρὰ καιρὸν ὑδροποσίᾳ αἵματος πλῆθος ἀνενεγκεῖν καὶ τὴν φωνὴν ἀποκοπῆναι.3 διὸ τῶν μὲν αἰχμαλώτων ἀπέπεμψε τοῖς Ἀχαιοῖς τοὺς ἐπιφανεστάτους, τὸν δὲ σύλλογον ὑπερθέμενος ἀνεχώρησεν εἰς Λακεδαίμονα.

当阿开亚人愿意依此条件缔和并邀请克里昂米尼前往他们预备召开公民大会的勒尔纳时,恰巧克里昂米尼因急行军后在不合时宜之时饮水,导致大量咯血并失声。因此,他把俘虏中最显贵之人送还给阿开亚人,推迟了会盟,撤回了拉刻代蒙。

语法注3 条
  1. Cleomenes.15.1παρʼ ἐνιαυτὸν

    介词 παρά 与表示时间的宾格名词连用,表示时间间隔,此处意为“隔年”、“每隔一年”,指阿开亚同盟法律禁止统帅连任的惯例。

  2. Cleomenes.15.1καλούντων καὶ δεομένων

    未明示主语代词(αὐτῶν)的属格独立结构,从语境中可知其逻辑主语即前文与与格相联系的阿开亚人(τοῖς Ἀχαιοῖς)。

  3. Cleomenes.15.2ἔτυχε τὸν Κλεομένη ... ἀνενεγκεῖν καὶ τὴν φωνὴν ἀποκοπῆναι

    动词 τυγχάνω 通常与主语及分词搭配构成人称句(ἔτυχε ... ἀνενεγκών),此处则作非人称用法(ἔτυχε),后接“宾格加不定式”结构(τὸν Κλεομένη ... ἀνενεγκεῖν),表示“碰巧发生了……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.15.1-Cleomenes.15.2