← 普鲁塔克

亚基斯与克里昂米尼传

§Cleomenes.14.1-Cleomenes.14.2

收复曼提尼亚与赫卡同拜翁之战

曼提尼亚归附克里昂米尼并获恢复自治后,克里昂米尼挥师进逼阿开亚领地,在迪梅附近的赫卡同拜翁大破阿开亚全军,随后攻占兰工并将其归还厄利斯人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Cleomenes.14.1

πρῶτον μὲν οὖν οἱ Μαντινεῖς αὐτὸν ἐπηγάγοντο, καὶ νύκτωρ εἰς τὴν πόλιν παρεισπεσόντι1 τὴν φρουρὰν τὴν Ἀχαιῶν συνεκβαλόντες ἐνεχείρισαν αὑτούς, ὁ δὲ καὶ τοὺς νόμους αὐτοῖς καὶ τὴν πολιτείαν ἀποδούς αὐθημερὸν ἀπῆλθεν εἰς Τεγέαν. ὀλίγῳ δʼ ὕστερον ἐκπεριελθὼν διʼ Ἀρκαδίας κατέβαινεν ἐπὶ τὰς Ἀχαϊκὰς Φεράς, βουλόμενος ἢ μάχην θέσθαι πρὸς τοὺς Ἀχαιοὺς ἢ διαβάλλειν τὸν Ἄρατον ὡς ἀποδιδράσκοντα καὶ προιέμενον αὐτῷ τὴν χώραν. ἐστρατήγει μὲν γὰρ Ὑπερβατᾶς τότε, τοῦ δὲ Ἀράτου τὸ πᾶν ἦν κράτος ἐν τοῖς Ἀχαιοῖς.

首先,曼提尼亚人召来了他;在他于夜间突入城内之际,他们与他一同逐出阿开亚人的守军,并将自身托付于他。克里昂米尼为他们恢复了法律与政制,当天便离去前往特盖亚。不久之后,他绕道阿尔卡迪亚,进抵阿开亚辖下的佩赖,意在要么与阿开亚人决一死战,要么以阿拉托斯逃跑并把国土弃予他〔克里昂米尼〕为由来败坏其声誉。因为当时担任统帅的虽是许佩尔巴塔斯,但阿开亚人的一切大权全归阿拉托斯掌握。

§Cleomenes.14.2

ἐξελθόντων δὲ πανδημεὶ τῶν Ἀχαιῶν καὶ στρατοπεδευσαμένων ἐν Δύμαις περὶ τὸ Ἑκατόμβαιον, ἐπελθὼν ὁ Κλεομένης ἔδοξε μὲν οὐ καλῶς2 ἐν μέσῳ τῆς τε Δυμαίων πόλεως, πολεμίας οὔσης, καὶ τοῦ στρατεύματος τῶν Ἀχαιῶν αὐλίσασθαι, τολμηρῶς δὲ προκαλούμενος τοὺς Ἀχαιοὺς ἠνάγκασε συμβαλεῖν, καὶ νικήσας κατὰ κράτος καὶ τρεψάμενος τὴν φάλαγγα πολλοὺς μὲν ἐν τῇ μάχῃ διέφθειρεν αὐτῶν, πολλῶν δὲ καὶ ζώντων ἐκυρίευσεν. ἐπελθὼν δὲ Λάγγωνι καὶ τῶν Ἀχαιῶν τοὺς φρουροῦντας ἐξελάσας ἀπέδωκεν Ἠλείοις τὴν πόλιν.

阿开亚人全军出动,并在迪梅附近的赫卡同拜翁扎营。克里昂米尼率军逼近,他将营寨扎在敌对的迪梅城与阿开亚大军之间,看似殊非明智之举;但他果敢地向阿开亚人挑战并迫其交战,彻底击败并击溃了对方的方阵,在战斗中歼灭了他们当中的许多人,并俘虏了大量生者。随后他进军兰工,驱逐了阿开亚守军,将该城归还给了厄利斯人。

语法注2 条
  1. Cleomenes.14.1παρεισπεσόντι

    阳性单数与格第二不定过去时分词。此处分词自身充当主要动词 ἐνεχείρισαν 的间接宾语(指克里昂米尼),并未重复前置先行代词。同时,它在语义上也与随后分词 συνεκβαλόντες 中的前缀 συν-(共同)相呼应(即“与突入城内的他一同”)。

  2. Cleomenes.14.2ἔδοξε μὲν οὐ καλῶς

    动词 δοκέω 的人称构式(personal construction)。其语法主语为前置的主格短语 ἐπελθὼν ὁ Κλεομένης,字面意为“克里昂米尼进逼后,看似扎营并不稳妥”。古希腊语在此常将从属不定词 αὐλίσασθαι 的动作主体提升为主要动词的主格主语,而非采用非人称表达。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.14.1-Cleomenes.14.2