← 普鲁塔克

亚基斯与克里昂米尼传

§Cleomenes.13.1-Cleomenes.13.5

克里昂米尼的质朴生活与待客之道

克里昂米尼以其简朴亲民的作风与傲慢自大的其他君王形成鲜明对比,赢得了众人的爱戴。他的宴席同样摒弃了过度奢华与浮华艺人,仅凭亲切得体的交谈便使宾客心悦诚服。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Cleomenes.13.1

πάντων δʼ αὐτὸς ἐγίγνετο διδάσκαλος, εὐτελῆ καὶ ἀφελῆ καὶ φορτικὸν οὐδὲν οὐδὲ ὑπὲρ τοὺς πολλοὺς ἔχοντα τὸν ἑαυτοῦ βίον ὥσπερ παράδειγμα σωφροσύνης ἐν μέσῳ θέμενος· ὃ καὶ πρὸς τὰς Ἑλληνικὰς πράξεις ῥοπήν τινα παρέσχεν αὐτῷ. τοῖς μὲν γὰρ ἄλλοις ἐντυγχάνοντες οἱ ἄνθρωποι βασιλεῦσιν οὐχ οὕτω κατεπλήττοντο τοὺς πλούτους καὶ τὰς πολυτελείας, ὡς ἐβδελύττοντο τήν ὑπεροψίαν αὐτῶν καὶ τὸν ὄγκον ἐπαχθῶς καὶ τραχέως προσφερομένων τοῖς ἐντυγχάνουσι· πρὸς δὲ Κλεομένη βαδίζοντες, ὄντα τε δὴ βασιλέα καὶ καλούμενον, εἶτα ὁρῶντες οὐ πορφύρας τινὰς οὐ χλαίνας περὶ αὐτὸν οὐδὲ κλινιδίων καὶ φορείων κατασκευάς, οὐδʼ ὑπʼ ἀγγέλων ὄχλου καὶ θυρωρῶν ἢ διὰ γραμματείων χρηματίζοντα χαλεπῶς καὶ μόλις, ἀλλʼ αὐτὸν ἐν ἱματίῳ τῷ τυχόντι πρὸς τὰς δεξιώσεις ἀπαντῶντα καὶ διαλεγόμενον καὶ σχολάζοντα τοῖς χρῄζουσιν ἱλαρῶς καὶ φιλανθρώπως, ἐκηλοῦντο καὶ κατεδημαγωγοῦντο, καὶ μόνον ἀφʼ Ἡρακλέους ἐκεῖνον ἔφασαν γεγονέναι.

克里昂米尼本人在所有这些事上都成了表率,他将自己简朴、质朴且毫无庸俗或凌驾于大众之上的生活公之于众,宛如节制的美德典范;这也使他在全希腊事务中获得了相当的分量。因为人们在晋见其他国王时,与其说为他们的财富和奢华所震慑,倒不如说厌恶他们的傲慢与虚饰,因为那些国王对待来见他们的人总是态度傲慢粗暴;但当他们走向克里昂米尼——这位既是真正的国王又被称为国王的人时,却见他身边既没有紫袍,也没有华丽的外氅,更没有奢华的卧榻与轿子陈设,也不由成群的传令官与门房阻隔、或通过公文艰难而勉强地处理公务,而是亲自身着普通长袍迎候致意,和蔼且亲切地与有所求者交谈并匀出时间,人们无不为之倾倒并深受感召,声称唯有他才是赫拉克勒斯的真正后裔。

§Cleomenes.13.3

τῶν δὲ δείπνων αὐτοῦ τὸ μὲν καθημερινὸν ἦν ἐν τρικλίνῳ σφόδρα συνεσταλμένον καὶ Λακωνικόν, εἰ δὲ πρέσβεις ἢ ξένους δέχοιτο, δύο μὲν ἄλλαι προσπαρεβάλλοντο κλῖναι, μικρῷ δὲ μᾶλλον οἱ ὑπηρέται τὴν τράπεζαν ἐπελάμπρυνον, οὐ καρυκείαις τισὶν οὐδὲ πέμμασιν, ἀλλʼ ὥστε ἀφθονωτέρας εἶναι τὰς παραθέσεις καὶ φιλανθρωπότερον τὸν οἶνον. καὶ γὰρ ἐπετίμησέ τινα τῶν φίλων ἀκούσας ὅτι ξένους ἑστιῶν ζωμὸν αὐτοῖς μέλανα καὶ μάζαν, ὥσπερ ἔθος ἦν ἐν τοῖς φιδιτίοις, παρέθηκεν· οὐ γὰρ ἔφη δεῖν ἐν τούτοις οὐδὲ πρὸς τοὺς ξένους λίαν ἀκριβῶς λακωνίζειν.

至于他的宴饮,日常用膳仅设三张卧榻,极尽简约且带有拉科尼亚特色;但若接待使节或宾客,便会额外增添两张卧榻,仆从们也会稍许把餐桌布置得更体面一些,这并非凭借特殊的调味浓汁或糕点,而是使菜肴供应更加宽裕,葡萄酒更为丰厚。事实上,他曾听闻一位朋友在宴请宾客时,竟像在公共食堂中那样给他们端上黑汤和大麦饼,便对其予以责备;因为他说,在此类事情上以及对待宾客,无需过于严苛地恪守斯巴达规矩。

§Cleomenes.13.4

ἀπαρθείσης δὲ τῆς τραπέζης εἰσεκομίζετο τρίπους κρατῆρα χαλκοῦν ἔχων οἴνου μεστὸν καὶ φιάλας ἀργυρᾶς δικοτύλους δύο καὶ ποτήρια τῶν ἀργυρῶν ὀλίγα παντάπασιν, ἐξ ὧν ἔπινεν ὁ βουλόμενος, ἄκοντι δὲ οὐδεὶς ποτήριον προσέφερεν. ἀκρόαμα δὲ οὔτʼ ἦν οὔτʼ ἐπεζητεῖτο· ἐπαιδαγώγει γὰρ αὐτὸς ὁμιλίᾳ τὸν πότον, τὰ μὲν ἐρωτῶν, τὰ δὲ διηγούμενος, οὔτε τήν σπουδὴν ἀηδῆ τῶν λόγων τήν τε παιδιὰν ἐπίχαριν καὶ ἀσόλοικον ἐχόντων.

餐桌撤走后,便抬进一个三脚几,上面放着盛满葡萄酒的青铜混酒缸、两个容量为两考图勒的银碗,以及极少数的银杯,谁愿意饮用便自取,但绝无人向不情愿者强行劝酒。席间既无乐曲表演,也无人寻求;因为克里昂米尼亲自以交谈引导酒宴,时而发问,时而叙事,其言谈既无令人不快的严肃,谐趣亦优美而不失斯文。

§Cleomenes.13.5

ἃς μὲν γὰρ οἱ λοιποὶ τῶν βασιλέων ἐπὶ τοὺς ἀνθρώπους θήρας ἐποιοῦντο,1 χρήμασι καὶ δωρεαῖς δελεάζοντες αὐτοὺς καὶ διαφθείροντες, ἀτέχνους καὶ ἀδίκους ἐνόμιζεν εἶναι· τὸ δὲ ὁμιλίᾳ καὶ λόγῳ χάριν ἔχοντι καὶ πίστιν οἰκειοῦσθαι καὶ προσάγεσθαι τοὺς ἐντυγχάνοντας ἐφαίνετο κάλλιστον αὐτῷ καὶ βασιλικώτατον, ὡς οὐδενὶ φίλου διαφέροντα μισθωτὸν ἢ τῷ τὸν μὲν ἤθει καὶ λόγῳ, τὸν δὲ ὑπὸ χρημάτων ἁλίσκεσθαι.2

因为其他国王针对人群所进行的搜捕追逐——用金钱和赏赐去诱惑并腐蚀他们——在他看来是拙劣且不义的;然而以兼具风致与信任的亲善交谈去结交并争取晋见者,在他看来则是最崇高且最合乎王者之道的,因为他认为雇工与朋友之间别无二致,唯在于朋友是为人品与言论所打动,而雇工则是为金钱所捕获。

语法注2 条
  1. Cleomenes.13.5ἃς μὲν γὰρ οἱ λοιποὶ τῶν βασιλέων ἐπὶ τοὺς ἀνθρώπους θήρας ἐποιοῦντο

    先行词θήρας被吸收入关系从句的结构(先行词前置并合)。主句中作为ἐνόμιζεν宾语的指示代词(ταύτας)被省略,全句核心骨架为“他认为其他国王对人所进行的那些搜捕追逐是拙劣且不义的”。

  2. Cleomenes.13.5ὡς οὐδενὶ φίλου διαφέροντα μισθωτὸν ἢ τῷ τὸν μὲν ἤθει καὶ λόγῳ, τὸν δὲ ὑπὸ χρημάτων ἁλίσκεσθαι

    连词ὡς后接宾格分词διαφέροντα(其逻辑主语为宾格的μισθωτόν),用以表达克里昂米尼的主观判定与理由。φίλου为分词διαφέροντα所要求的比较属格,随后的ἢ τῷ...则是带冠词的不定式与格从句,用以表示除何种差异之外(“除了……之外”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.13.1-Cleomenes.13.5