← 普鲁塔克

亚基斯与克里昂米尼传

§Agis.21.1-Agis.21.3

市民对阿吉斯之死的悲愤与评述

市民对阿吉斯等人的遇害深感悲愤,叙述者总结指出这是斯巴达历史上首次处死在位国王,并叹息其悲剧源于其崇高而温厚的品性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Agis.21.1

τοῦ δὲ πάθους εἰς τὴν πόλιν ἐξαγγελθέντος καὶ τῶν τριῶν σωμάτων ἐκκομιζομένων οὐκ ἦν ὁ φόβος οὕτω μέγας, ὥστε μὴ καταφανεῖς εἶναι τοὺς πολίτας1 ἀλγοῦντας μὲν ἐπὶ τοῖς γεγονόσι, μισοῦντας δὲ τὸν Λεωνίδαν καὶ τὸν Ἀμφάρην, μηδὲν δεινότερον μηδὲ ἀνοσιώτερον ἐξ οὗ Δωριεῖς Πελοπόννησον οἰκοῦσιν οἰομένους ἐν Σπάρτῃ πεπρᾶχθαι.

当这一惨祸传遍全城、三具遗体被抬出时,民众心中的恐惧还不至于大到让他们掩饰自己的态度:市民们公然为所发生的事悲痛不已,对列奥尼达斯和安法雷斯深恶痛绝,认为自多利安人定居伯罗奔尼撒以来,斯巴达还从未发生过如此可怖和亵渎不义之行。

§Agis.21.2

βασιλεῖ γὰρ, ὡς ἔοικε, Λακεδαιμονίων οὐδὲ οἱ πολέμιοι ῥᾳδίως ἐν ταῖς μάχαις ἀπαντῶντες προσέφερον τὰς χεῖρας, ἀλλʼ ἀπετρέποντο δεδιότες καὶ σεβόμενοι τὸ ἀξίωμα, διὸ καὶ πολλῶν γεγονότων Λακεδαιμονίοις ἀγώνων πρὸς Ἕλληνας εἷς μόνος ἀνῃρέθη πρὸ τῶν Φιλιππικῶν δόρατι πληγεὶς περὶ Λεῦκτρα Κλεόμβροτος. Μεσσηνίων δὲ καὶ Θεόπομπον ὑπʼ Ἀριστομένους πεσεῖν λεγόντων οὔ φασι Λακεδαιμόνιοι, πληγῆναι δὲ μόνον.2

因为看来,即便是敌人在战场上遭遇拉刻代蒙的国王,也不会轻易动手,而是出于对王权的敬畏而退避三舍;因此,尽管拉刻代蒙人同希腊人交战无数,但在腓力时代之前,唯有一位国王在战场阵亡,即在留克特拉被长矛刺中的克莱翁布罗托斯。尽管美塞尼亚人声称塞奥蓬普斯也是死于阿里斯托墨涅斯之手,但拉刻代蒙人坚决否认,声称他只是负伤而已。

§Agis.21.3

ἀλλὰ ταῦτα μὲν ἔχει τινὰς ἀμφιλογίας, ἐν δὲ Λακεδαίμονι πρῶτος Ἆγις βασιλεύων ὑπὸ τῶν ἐφόρων ἀπέθανε, καλὰ μὲν ἔργα καὶ πρέποντα τῇ Σπάρτῃ προελόμενος, ἡλικίας δὲ γεγονὼς ἐν ᾗ ἁμαρτάνοντες ἄνθρωποι συγγνώμης τυγχάνουσι, μεμφθεὶς δὲ ὑπὸ τῶν φίλων δικαιότερον ἢ τῶν ἐχθρῶν,3 ὅτι καὶ Λεωνίδαν περιέσωσε καὶ τοῖς ἄλλοις ἐπίστευσεν, ἡμερώτατος καὶ πραότατος γενόμενος.

不过这些尚有争议,但在拉刻代蒙,阿吉斯是在位期间被监察官处死的第一位国王。他立志施行崇高且无愧于斯巴达的善政,其年岁也正处在人们犯错尚可获得宽恕的时期;而他受到朋友的责备比受到敌人的责备更为公允——因为他为人极其宽宏温良,竟保全了列奥尼达斯,并轻信了其余之人。

语法注3 条
  1. Agis.21.1οὐκ ἦν ὁ φόβος οὕτω μέγας, ὥστε μὴ καταφανεῖς εἶναι τοὺς πολίτας

    由 οὕτω... ὥστε 引导的结果从句。主句带有否定(οὐκ ἦν),结果从句的不定式搭配否定词 μή,构成双重否定语气:恐惧尚不足以让市民隐匿其悲愤,即市民的悲痛显而易见。随后的分词 ἀλγοῦντας、μισοῦντας 和 οἰομένους 均修饰宾格 τοὺς πολίτας,层层展现市民的情感与判断。

  2. Agis.21.2οὔ φασι Λακεδαιμόνιοι, πληγῆναι δὲ μόνον

    常用习语 οὔ φασι 意为“断言并非如此”或“否认”。此处否定了前文的不定式 πεσεῖν(阵亡),并借助 δὲ μόνον 省略并列出反驳内容,即主张“仅仅只是负伤”。

  3. Agis.21.3μεμφθεὶς δὲ ὑπὸ τῶν φίλων δικαιότερον ἢ τῶν ἐχθρῶν

    主格分词 μεμφθείς 与主语 Ἆγις 一致。字面意为“比起被敌人责备,更正当地被朋友责备”,随后的 ὅτι 从句解释了该责备的原由(饶恕列奥尼达斯且轻信旁人)。这一倒装与对比结构表明,阿吉斯绝无害人之恶德,其唯一的过失反倒是因生性温良仁慈而招致己方阵营的扼腕与责备。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Agis.21.1-Agis.21.3