← 普鲁塔克

亚基斯与克里昂米尼传

§Agis.6.1-Agis.6.4

阿吉斯的改革图谋与支持者的集结

阿吉斯试探公民对体制改革的态度,不仅赢得青年的热烈响应,还争取到了吕山德、曼德罗克雷达斯以及叔父阿格西劳斯的支持,随后着手劝说其母。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Agis.6.1

διὰ ταῦτα δὴ καλὸν ὁ Ἆγις, ὥσπερ ἦν, ποιούμενος ἐξισῶσαι καὶ ἀναπληρῶσαι τὴν πόλιν, ἐπειρᾶτο τῶν ἀνθρώπων, οἱ μὲν οὖν νέοι ταχὺ καὶ παρʼ ἐλπίδας ὑπήκουσαν αὐτῷ, καὶ συναπεδύσαντο πρὸς τὴν ἀρετήν,1 ὥσπερ ἐσθῆτα τὴν δίαιταν ἐπʼ ἐλευθερίᾳ συμμεταβάλλοντες.

为此,阿吉斯认为使城邦财富均等并充实公民人数是一件崇高的事业——事实也确是如此——于是便试探众人的意向。青年们迅速且出人意料地响应了他,与他一同为德性脱去束缚,为了自由而像换衣服一样一同转变了生活方式。

§Agis.6.2

τῶν δὲ πρεσβυτέρων, ἅτε δὴ πόρρω διαφθορᾶς γεγονότων, συνέβαινε τοῖς πλείστοις ὥσπερ ἐπὶ δεσπότην ἀγομένους ἐκ δρασμοῦ δεδιέναι2 καὶ τρέμειν τὸν Λυκοῦργον, καὶ καθήπτοντο τοῦ Ἄγιδος ὀδυρομένου τὰ παρόντα πράγματα καὶ τὸ παλαιὸν ἀξίωμα τῆς Σπάρτης ἐπιποθοῦντος. Λύσανδρος δὲ ὁ Λίβυος καὶ Μανδροκλείδας ὁ Ἐκφάνους, ἔτι δὲ Ἀγησίλαος ἀπεδέξαντο καὶ συμπαρώρμησαν αὐτοῦ τὴν φιλοτιμίαν.

然而对于老一辈人而言,由于早已深陷腐化之中,大多数人面对吕库古便如逃奴被押回主人面前一般恐惧战栗;阿吉斯哀叹时局并渴求斯巴达昔日的尊严,他们便对他百般指摘。然而利彼斯之子吕山德、埃克法涅斯之子曼德罗克雷达斯,以及阿格西劳斯,则接纳并共同激发了他的壮志。

§Agis.6.3

ἦν δὲ Λύσανδρος μὲν ἐν δόξῃ μάλιστα τῶν πολιτῶν, Μανδροκλείδας δὲ δεινότατος Ἑλλήνων πράγματα συσκευάσασθαι καὶ τὸ συνετὸν τοῦτο καὶ δολερὸν τόλμῃ μεμιγμένον ἔχων Ἀγησίλαον δὲ θεῖον ὄντα τοῦ βασιλέως καὶ δυνατὸν εἰπεῖν, ἄλλως δὲ μαλακὸν καὶ φιλοχρήματον, ἐμφανῶς μὲν ὁ υἱὸς Ἱππομέδων ἐκίνει3 καὶ παρεθάρρυνεν, εὐδόκιμος ἐν πολλοῖς πολέμοις ἀνὴρ καὶ μέγα διʼ εὔνοιαν τῶν νέων δυνάμενος·

吕山德在公民中享有极高的声望;曼德罗克雷达斯是希腊人中最善于策动政治密谋之人,兼具精明狡黠与胆魄。至于阿格西劳斯,虽身为国王的叔父且长于辞令,在其他方面却软弱而贪财,其子希波墨冬公开推动并鼓励他,希波墨冬本人在诸多战役中素负盛名,且因受青年爱戴而极具声势。

§Agis.6.4

ἡ δὲ ἀληθῶς ἀναπείσασα τὸν Ἀγησίλαον αἰτία τῶν πραττομένων μετασχεῖν ὀφλημάτων πλῆθος ἦν, ὧν ἤλπιζεν ἀπαλλαγήσεσθαι μεταβάλλων τὴν πολιτείαν. ὡς οὖν τάχιστα προσηγάγετο τοῦτον ὁ Ἆγις, εὐθὺς ἐπιχειρεῖ μετʼ αὐτοῦ τὴν μητέρα πείθειν, ἀδελφὴν οὖσαν τοῦ Ἀγησιλάου, πλήθει δὲ πελατῶν καὶ φίλων καὶ χρεωστῶν μέγα δυναμένην ἐν τῇ πόλει καὶ πολλὰ τῶν κοινῶν διαπραττομένην.

然而,真正说服阿格西劳斯参与这一计划的原因是他债台高筑,他希望通过变革体制来摆脱这些债务。于是,阿吉斯一旦将此人争取过来,便立即与他一起着手劝说自己的母亲;她正是阿格西劳斯的姐妹,因拥有众多的依附者、朋友和债务人而在城邦中极有权势,并执掌着诸多公共事务。

语法注3 条
  1. Agis.6.1συναπεδύσαντο πρὸς τὴν ἀρετήν

    动词 ἀποδύομαι 原意为“为在竞技场中训练而脱去衣服”。此处作比喻用法,形容青年人与阿吉斯一同摆脱旧习、投身于美德(ἀρετή)的历练;后文紧随的 ὥσπερ ἐσθῆτα(“如同衣服一般”)与这一身体喻义相呼应。

  2. Agis.6.2τῶν δὲ πρεσβυτέρων, ἅτε δὴ πόρρω διαφθορᾶς γεγονότων, συνέβαινε τοῖς πλείστοις ὥσπερ ἐπὶ δεσπότην ἀγομένους ἐκ δρασμοῦ δεδιέναι

    句首的属格 τῶν δὲ πρεσβυτέρων 是为了与前文的 οἱ μὲν νέοι 形成鲜明对比而前置的部分属格,先于主句的 τοῖς πλείστοις 出现。此外,在非人称动词 συνέβαινε 所支配的不定词 δεδιέναι 结构中,修饰不定词逻辑主语的分词 ἀγομένους 采用了宾格,而非与与格 τοῖς πλείστοις 一致。

  3. Agis.6.3Ἀγησίλαον δὲ θεῖον ὄντα τοῦ βασιλέως ... ὁ υἱὸς Ἱππομέδων ἐκίνει

    置于句首的宾格 Ἀγησίλαον 是其后谓语动词 ἐκίνει καὶ παρεθάρρυνεν 的直接宾语,通过前置(prolepsis / 倒装)将其提至句首,以便将其确立为继吕山德、曼德罗克雷达斯之后的第三个论述中心。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Agis.6.1-Agis.6.4