← 普鲁塔克

亚基斯与克里昂米尼传

§Agis.5.1-Agis.5.4

埃庇塔纽斯的法律与土地兼并的弊端

本段叙述斯巴达在金银流入之后,监察官埃庇塔纽斯立例准许自由处分遗产与份地,导致土地兼并加剧与多数公民贫困化,拥有土地的斯巴达人急剧减少。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Agis.5.1

ἀρχὴν μὲν οὖν διαφθορᾶς καὶ τοῦ νοσεῖν ἔσχε τὰ πράγματα τῶν Λακεδαιμονίων σχεδὸν ἀφʼ οὗ τὴν Ἀθηναίων καταλύσαντες ἡγεμονίαν χρυσίου τε καὶ ἀργυρίου κατέπλησαν ἑαυτούς· οὐ μὴν ἀλλὰ καὶ τῶν οἴκων ὃν ὁ Λυκοῦργος ὥρισε φυλαττόντων ἀριθμὸν ἐν ταῖς διαδοχαῖς, καὶ πατρὸς παιδὶ τὸν κλῆρον ἀπολείποντος,1 ἁμῶς γέ πως ἡ τάξις αὕτη καὶ ἰσότης διαμένουσα τὴν πόλιν ἐκ τῶν ἄλλων ἀνέφερεν ἁμαρτημάτων.

拉凯戴孟人的政事开始遭受腐败与痼疾,大致始于他们推翻雅典人的霸权并使自己充斥着金银之时。然而,只要吕库古所规定的宗族产业数目在继承中仍得以保持,且父亲将份地遗留给儿子,这种秩序与平等以某种方式继续留存,便使城邦得以从其他过失中复振。

§Agis.5.2

ἐφορεύσας δέ τις ἀνὴρ δυνατός, αὐθάδης δὲ καὶ χαλεπὸς τὸν τρόπον, Ἐπιτάδευς ὄνομα, πρὸς τὸν υἱὸν αὐτῷ γενομένης διαφορᾶς ῥήτραν ἔγραψεν ἐξεῖναι τὸν οἶκον αὑτοῦ καὶ τὸν κλῆρον ᾧ τις ἐθέλοι καὶ ζῶντα δοῦναι καὶ καταλιπεῖν διατιθέμενον.2

然而,有一个名叫埃庇塔德乌斯的有力人物,为人傲慢而乖戾,在担任监察官期间,因与儿子发生争执,便起草了一份法令,规定任何人都可以将自己的家族产业与份地在生前赠与,或通过立遗嘱留给任何自己愿意给的人。

§Agis.5.3

οὗτος μὲν οὖν αὑτοῦ τινα θυμὸν ἀποπιμπλὰς ἴδιον εἰσήνεγκε τὸν νόμον· οἱ δὲ ἄλλοι πλεονεξίας ἕνεκα δεξάμενοι καὶ κυρώσαντες ἀπώλεσαν τὴν ἀρίστην κατάστασιν. ἐκτῶντο γὰρ ἀφειδῶς ἤδη παρωθοῦντες οἱ δυνατοὶ τοὺς προσήκοντας ἐκ τῶν διαδοχῶν καὶ ταχὺ τῆς εὐπορίας εἰς ὀλίγους συρρυείσης πενία τὴν πόλιν κατέσχεν, ἀσχολίαν τῶν καλῶν3 καὶ ἀνελευθερίαν ἐπιφέρουσα μετὰ φθόνου καὶ δυσμενείας πρὸς τοὺς ἔχοντας.

此人固然是为了发泄私怨而引入了这条法律,但其他人出于贪欲而接受并批准了它,从而毁弃了最优秀的体制。因为有权势者毫不顾忌地在继承中排挤近亲,大肆兼并产业,财富迅速流向少数人手中,贫困遂笼罩了城邦,在对富人的嫉妒与敌意之外,更带来了对崇高事业的无暇顾及以及卑劣自屈。

§Agis.5.4

ἀπελείφθησαν οὖν ἑπτακοσίων οὐ πλείονες Σπαρτιᾶται, καὶ τούτων ἴσως ἑκατὸν ἦσαν οἱ γῆν κεκτημένοι καὶ κλῆρον ὁ δʼ ἄλλος ὄχλος ἄπορος καὶ ἄτιμος ἐν τῇ πόλει παρεκάθητο, τοὺς μὲν ἔξωθεν πολέμους ἀργῶς καὶ ἀπροθύμως ἀμυνόμενος, ἀεὶ δέ τινα καιρὸν ἐπιτηρῶν μεταβολῆς καὶ μεταστάσεως τῶν παρόντων,

因此,剩存的斯巴达人不过七百之数,而其中拥有土地和份地的或许只有百人左右;其余的大众则穷困且丧失权利地在城邦中闲坐度日,对来自外部的战争应付消极且毫无斗志,却时刻在窥伺着改变与革除当下局势的良机。

语法注3 条
  1. Agis.5.1τῶν οἴκων ὃν ὁ Λυκοῦργος ὥρισε φυλαττόντων ἀριθμὸν ἐν ταῖς διαδοχαῖς, καὶ πατρὸς παιδὶ τὸν κλῆρον ἀπολείποντος

    这是一个由 καί 连接两个分词短语(τῶν οἴκων ... φυλαττόντων ἀριθμόν 与 πατρὸς ... ἀπολείποντος)构成的属格独立结构。关系代词 ὃν 与先行词 ἀριθμόν 性数一致。该结构表时间或让步,引导出主句主语 ἡ τάξις αὕτη καὶ ἰσότης。

  2. Agis.5.2ἐξεῖναι τὸν οἶκον αὑτοῦ καὶ τὸν κλῆρον ᾧ τις ἐθέλοι καὶ ζῶντα δοῦναι καὶ καταλιπεῖν διατιθέμενον

    由 ῥήτραν ἔγραψεν 所引出说明法令内容的不定式结构(ἐξεῖναι)。不定式 δοῦναι 与 καταλιπεῖν 的逻辑主语(泛指的 τινά)被省略,但修饰它的分词 ζῶντα 与 διατιθέμενον 采用了宾格,清楚地反映出该省略的主语。关系从句 ᾧ τις ἐθέλοι 中的祈愿式 ἐθέλοι 属于历史时态主动词(ἔγραψεν)之后的间接引语祈愿式(斜格祈愿式)。

  3. Agis.5.3ἀσχολίαν τῶν καλῶν

    名词 ἀσχολία(缺乏闲暇、无法从事)所带的属格 τῶν καλῶν 为宾格性属格(objective genitive),意为“无暇顾及崇高之事/缺乏从事美善之事的闲暇”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Agis.5.1-Agis.5.4