- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Agis.7.1-Agis.7.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在阿吉斯与阿格西劳斯的劝说下,国王的母辈转而热切支持改革并联络城中妇女,但掌握大量财富的妇人们起而反对并求助于列奥尼达斯,后者便暗中散布诽谤以图阻挠变革。
ἡ δὲ ἀκούσασα τὸ μὲν πρῶτον ἐξεπλάγη καὶ κατέπαυε τὸ μειράκιον ὡς οὔτε δυνατῶν οὔτε λυσιτελῶν ἐφιέμενον· ἐπεὶ δὲ ταῦτα μὲν ὁ Ἀγησίλαος ἐδίδασκεν ὡς καλῶς ἕξει καὶ πραχθήσεται συμφερόντως, αὐτὸς δὲ ὁ βασιλεὺς ἐδεῖτο τῆς μητρὸς ἐπιδοῦναι πρὸς δόξαν αὐτῷ καὶ φιλοτιμίαν τὸν πλοῦτον, ὡς χρήμασι μὲν οὐ δυνάμενος πρὸς τοὺς ἄλλους βασιλεῖς ἐξισωθῆναι (σατραπῶν γὰρ οἰκέτας καὶ δούλους ἐπιτρόπων Πτολεμαίου καὶ Σελεύκου κεκτῆσθαι πλείονα1 συμπάντων ὁμοῦ τῶν ἐν Σπάρτῃ βασιλέων), ἐὰν δὲ σωφροσύνῃ καὶ λιτότητι καὶ μεγαλοψυχίᾳ τὰς ἐκείνων ὑπερβαλόμενος τρυφὰς ἰσότητα καὶ κοινωνίαν καταστήσῃ τοῖς πολίταις, ὄνομα καὶ δόξαν ὡς ἀληθῶς βασιλέως μεγάλου κτησόμενος,2 οὕτω μετέπεσον ταῖς γνώμαις αἱ γυναῖκες ὑπὸ τῆς φιλοτιμίας ἐπαρθεῖσαι τοῦ νεανίσκου, καὶ τοσαύτῃ κατεσχέθησαν οἷον ἐπιπνοίᾳ πρὸς τὸ καλόν, ὥστε τὸν μὲν Ἆγιν συνεξορμᾶν καὶ συνεπιταχύνειν, μεταπεμπομένας δὲ τοὺς φίλους παρακαλεῖν καὶ ταῖς ἄλλαις διαλέγεσθαι γυναιξίν, ἅτε δὴ τοὺς Λακεδαιμονίους ἐπισταμένας κατηκόους ὄντας ἀεὶ τῶν γυναικῶν, καὶ πλεῖον ἐκείναις τῶν δημοσίων ἢ τῶν ἰδίων αὑτοῖς πολυπραγμονεῖν διδόντας.3 ἦν δὲ τότε τῶν Λακωνικῶν πλούτων ἐν ταῖς γυναιξὶ τὸ πλεῖστον, καὶ τοῦτο τὴν πρᾶξιν τῷ Ἄγιδι δύσεργον καὶ χαλεπὴν ἐποίησεν.
她闻听此言,起初大为惊愕,竭力阻止这个年轻人,认为他所希求的事物既不可行也无益处。但当阿格西劳斯向她说明这些措施必将顺利推行且大有裨益,而国王本人也恳求母亲为了自己的威名与抱负献出财富——声称在钱财上自己断不能与其余各国的君王相比(盖因托勒密与塞琉古属下诸省总督的随从及管事的奴仆,所拥有的财富便已超过斯巴达历任君王财产的总和),然而他若能在节制、简朴与豁达上超越那些人的奢靡,为公民建立平等与共有体制,便能获得名副其实的伟大君王的称号与荣光——女人们受到这年轻人的抱负所激励,想法由此彻底转变,并被一种追求崇高之事的激越之情所充溢,以致她们不仅共同激励并催促阿吉斯,还召集朋友前来恳请襄助,并与其他妇女交谈,因为她们深知拉栖代梦人一向顺从自己的妻子,容许她们干预公共事务的程度甚于男人们自己过问私事。然而在当时,拉科尼亚的大部分财富都掌握在妇女手中,这使得阿吉斯的这项事业变得棘手且艰难。
ἀντέστησαν γὰρ αἱ γυναῖκες οὐ μόνον τρυφῆς ἐκπίπτουσαι διʼ ἀπειροκαλίαν εὐδαιμονιζομένης, ἀλλὰ καὶ τιμὴν καὶ δύναμιν, ἣν ἐκ τοῦ πλουτεῖν ἐκαρποῦντο, περικοπτομένην αὑτῶν ὁρῶσαι. καὶ πρὸς τὸν Λεωνίδαν τραπόμεναι παρεκάλουν ὄντα πρεσβύτερον ἐπιλαμβάνεσθαι τοῦ Ἄγιδος καὶ τὰ πραττόμενα διακωλύειν.
因为女人们群起反对,不仅是因为她们正失去那因缺乏鉴赏力而被称为幸福的奢华生活,更因为她们眼见自己从富有中享有的尊严与权势即将被削夺。于是她们转向列奥尼达斯,恳求他作为年长者出面遏制阿吉斯,并阻止正在进行的这一切。
ἐβούλετο μὲν οὖν ὁ Λεωνίδας τοῖς πλουσίοις βοηθεῖν, δεδιὼς δὲ τὸν δῆμον ἐπιθυμοῦντα τῆς μεταβολῆς οὐδὲν ἀντέπραττε φανερῶς, λάθρα δὲ τὴν πρᾶξιν ἐζήτει κακουργεῖν καὶ διαφθείρειν ἐντυγχάνων τοῖς ἄρχουσι καὶ διαβάλλων τὸν Ἆγιν ὡς τυραννίδος μισθὸν τοῖς πένησι τὰ τῶν πλουσίων προτείνοντα,4 καὶ γῆς μεταδόσεσι καὶ χρεῶν ἀφέσεσι πολλοὺς ὠνούμενον ἑαυτῷ δορυφόρους, οὐ τῇ Σπάρτῃ πολίτας.
列奥尼达斯虽有意襄助富人,但因畏惧渴望变革的民众,不敢公然反抗,而是暗中图谋破坏并挫败这一行动;他私下拜访长官们并诽谤阿吉斯,声称阿吉斯是将富人的财产作为僭主统治的赏金抛给穷人,并企图通过分配土地和废除债务为自己收买大批卫队,而非为斯巴达添设公民。
- Agis.7.2σατραπῶν γὰρ οἰκέτας καὶ δούλους ἐπιτρόπων Πτολεμαίου καὶ Σελεύκου κεκτῆσθαι πλείονα
在插入句(括号内)中,由表原因的 γάρ 引出间接引语(对格加不定词结构)。完成时不定词 κεκτῆσθαι(拥有)的逻辑主语是对格 οἰκέτας καὶ δούλους,分别受属格 σατραπῶν 与 ἐπιτρόπων 修饰。比较级 πλείονα 则支配后面的比较属格 συμπάντων ... βασιλέων。
- Agis.7.1ὡς χρήμασι μὲν οὐ δυνάμενος ... κτησόμενος
紧承主动词 ἐδεῖτο(恳求)之后引述阿吉斯本人的说理。连词 ὡς 统领的分词 δυνάμενος 与 κτησόμενος 采用主格,与主句主语(阿吉斯)相一致,分别表示对比性的理由与预期(在钱财上不能与人比并,而若实行改革则将获得英名)。其中的 ἐὰν δὲ ... καταστήσῃ 为修饰 κτησόμενος 的条件从句。
- Agis.7.3πλεῖον ἐκείναις τῶν δημοσίων ἢ τῶν ἰδίων αὑτοῖς πολυπραγμονεῖν διδόντας
由分词 διδόντας(容许)及不定词 πολυπραγμονεῖν(干涉、过问)构成的比较句结构。与格 ἐκείναις(女人们)与 αὑτοῖς(男人们自身),以及部分属格 τῶν δημοσίων(公事)与 τῶν ἰδίων(私事)形成对称对比,意为“容许她们过问公事的程度,更甚于男人们自己过问私事”。
- Agis.7.5ὡς τυραννίδος μισθὸν τοῖς πένησι τὰ τῶν πλουσίων προτείνοντα
由 διαβάλλων(中伤、诽谤)引出的 ὡς 加对格分词结构,表示列奥尼达斯主观捏造的罪名。分词 προτείνοντα 在语法上修饰 τὸν Ἆγιν。其中 τὰ τῶν πλουσίων(富人的财产)是直接宾语(对格),而 τυραννίδος μισθόν(僭主统治的赏金)作宾语补足语(述语对格)。
