- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Agis.20.1-Agis.20.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿吉斯泰然受缢就义,随后其祖母阿尔基达米亚与母亲阿格西斯特拉塔受诳入狱,亦相继被处死。
ὁ μὲν οὖν Ἆγις ἐπὶ τὴν στραγγάλην πορευόμενος, ὡς εἶδέ τινα τῶν ὑπηρετῶν δακρύοντα καὶ περιπαθοῦντα, παῦσαί με, εἶπεν, ὦ ἄνθρωπε, κλαίων1 καὶ γὰρ οὕτως παρανόμως καὶ ἀδίκως ἀπολλύμενος κρείττων εἰμὶ τῶν ἀναιρούντων καὶ ταῦτʼ εἰπὼν παρέδωκε τῷ βρόχῳ τόν τράχηλον ἑκουσίως.
于是,阿吉斯走向绞索,当他看见一名差役流泪且极其悲痛时,便说: “朋友, 不要再为我哭泣了;因为即便我如此不法且不公地被害,我也胜过那些杀害我的人。” 说完这些话,他便自愿将颈项伸入了绞索。
ὁ δὲ Ἀμφάρης προελθὼν ἐπὶ τὰς θύρας, καὶ τὴν Ἀγησιστράταν προσπεσοῦσαν αὐτῷ διὰ συνήθειαν καὶ φιλίαν ἀναστήσας, οὐδὲν ἔφη περὶ τόν Ἆγιν ἔσεσθαι βίαιον οὐδὲ ἀνήκεστον ἐκέλευε δὲ κἀκείνην, εἰ βούλοιτο, πρὸς τόν υἱὸν εἰσελθεῖν. ἐκείνης δὲ καὶ τὴν μητέρα μετʼ αὐτῆς παρεῖναι δεομένης οὐδὲν ἔφη κωλύειν ὁ Ἀμφάρης· καὶ δεξάμενος ἀμφοτέρας, καὶ πάλιν κλεῖσαι τὰς θύρας τοῦ δεσμωτηρίου κελεύσας, προτέραν μὲν τὴν Ἀρχιδαμίαν παρέδωκεν, ἤδη σφόδρα πρεσβῦτιν οὖσαν καὶ καταγεγηρακυῖαν ἐν ἀξιώματι μεγίστῳ τῶν πολιτίδων, ἀποθανούσης δὲ ἐκείνης ἐκέλευσε τὴν Ἀγησιστράταν ἔσω βαδίζειν.
此时安法雷斯走到门前,将因素日相识友好而扑倒在他脚下的阿格西斯特拉塔扶起,声称绝不会对阿吉斯施加任何暴力或无可挽回之事;他更敦促她,若她愿意,亦可入内探视儿子。当她恳求母亲亦能与自己同行时,安法雷斯表示并无不可;随后他放两人入内,又命人将监狱的门重新关上,先将阿尔基达米亚交了出去——她已极其年迈,并在女公民中享有极崇高的威望而老去——待她气绝之后,他便命令阿格西斯特拉塔走进里面。
ὡς δὲ εἰσελθοῦσα τόν τε υἱὸν ἐθεάσατο χαμαὶ κείμενον καὶ τὴν μητέρα νεκρὰν ἐκ τοῦ βρόχου κρεμαμένην, ἐκείνην μὲν αὐτὴ τοῖς ὑπηρέταις συγκαθεῖλε καὶ παρεκτείνασα τῷ Ἄγιδι τὸ σῶμα περιέστειλε καὶ κατεκάλυψε· τῷ δὲ υἱῷ προσπεσοῦσα καὶ φιλήσασα τὸ πρόσωπον, ἡ πολλή σε, εἶπεν, ὦ παῖ, εὐλάβεια καὶ τὸ πρᾶον καὶ φιλάνθρωπον ἀπώλεσε μεθʼ ἡμῶν.
阿格西斯特拉塔步入其中,眼见儿子卧倒在地,母亲悬于绞索气绝身亡,她便亲自协助差役取下母亲,将遗体平放于阿吉斯身旁,整理妥当并予遮盖;接着她扑倒在儿子身上,亲吻其面庞,说道: “孩子啊, 正是你那极度的谨慎,以及温良与仁厚,害了你,也连同害了我们。”
ὁ δὲ Ἀμφάρης ἀπὸ τῆς θύρας ὁρῶν τὰ γινόμενα καὶ τὰς φωνὰς ἀκούων ἐπεισῆλθε, καὶ πρὸς τὴν Ἀγησιστράταν μετʼ ὀργῆς εἶπεν εἰ τοίνυν, ἔφη, ταὐτὰ ἐδοκίμαζες τῷ υἱῷ, ταὐτὰ καὶ πείσῃ. καὶ ἡ Ἀγησιστράτα πρὸς τόν βρόχον ἀνισταμένη, μόνον, ἔφη, συνενέγκαι ταῦτα τῇ Σπάρτῃ.2
而安法雷斯从门口注视着发生的一切并听到了这些话,便快步冲了进来,愤怒地对阿格西斯特拉塔说: “既然, 他说, 你赞同与你儿子相同的主张,那么你也必承受同样的下场。” 阿格西斯特拉塔遂迎着绞索挺身而起,说道: “但愿, 此事能有益于斯巴达。”
- Agis.20.1παῦσαί με, εἶπεν, ὦ ἄνθρωπε, κλαίων
παῦσαι 是动词 παύω 的第二人称单数不定过去时中动命令式。中动态 παύομαι 通常接属格或补充性分词,表示“停止做某事”(παῦσαι κλαίων 即“停止哭泣”)。此处的宾格代词 με 并非 παῦσαι 的直接宾语(非“阻止我”),而是作分词 κλαίων 的宾语,表示哀悼的对象(“为我哭泣”)。
- Agis.20.5μόνον, ἔφη, συνενέγκαι ταῦτα τῇ Σπάρτῃ
συνενέγκαι 是 συμφέρω 的第三人称单数不定过去时主动祈愿式(源自词干 ἐνεγκ-)。它在此不带小词单独使用,表达愿望(optative of wish),配合限制副词 μόνον(“只要/唯愿……”),意为“唯愿这些事能有益于斯巴达”。中性复数主格 ταῦτα 为主语,τῇ Σπάρτῃ 为利益与格。
