← 普鲁塔克

亚基斯与克里昂米尼传

§Agis.19.1-Agis.19.7

阿吉斯被捕与草率审判中被判死刑

阿吉斯在沐浴归途遭到安法雷斯等人的诱捕,被押入监狱并在虚假的审判中被判处死刑。密谋者们因惧怕聚集的人群与亲属劫狱,代怯懦的差役亲自动手将他拖入密室急促行刑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Agis.19.1

ἐπεὶ δὲ ὁ Ἆγις τὸν μὲν ἄλλον ἐν τῷ ἱερῷ διέτριβε χρόνον, εἰώθει δὲ καταβαίνειν ὅτε τύχοι πρὸς τὸ λουτρόν, ἐκεῖ συλλαβεῖν αὑτὸν ἔγνωσαν, ὅταν ἔξω τοῦ ἱεροῦ γένηται. καὶ παραφυλάξαντες λελουμένον ἀπήντησαν καὶ ἠσπάσαντο, καὶ συμπροῆγον ἅμα διαλεγόμενοι καὶ παίζοντες ὡς πρὸς συνήθη καὶ νέον.

由于阿吉斯平素都逗留在圣所之中,但一有机会便惯于下山去往浴室,他们遂决定趁他在圣所之外时在那里将其逮捕。于是,他们守候在他沐浴之后上前相迎并致意,与他一同前行,一面交谈戏谑,宛如对待旧友与年轻人一般。

§Agis.19.2

ἐκτροπὴν δέ τινα τῆς ὁδοῦ πλαγίαν πρὸς τὸ δεσμωτήριον ἐχούσης, ὡς ἐγένοντο κατʼ αὐτὴν βαδίζοντες, ὁ μὲν Ἀμφάρης διὰ τὸ ἄρχειν ἁψάμενος τοῦ Ἄγιδος, ἄγω σε, εἶπεν, ἐπὶ τοὺς ἐφόρους, ὦ Ἆγι, λόγον ὑφέξοντα τῶν πεπολιτευμένων· ὁ δὲ Δαμοχάρης, εὔρωστος ὢν καὶ μέγας, τὸ ἱμάτιον περιβαλὼν περὶ τὸν τράχηλον εἷλκεν.

当他们走着来到通往监狱的一条横斜小巷时,安法雷斯凭借官职抓住了阿吉斯,说: “阿吉斯,我要将你带到监督官面前,为你平生执政之举作出交代。” 达摩哈雷斯生得健壮魁梧,便将斗篷套在阿吉斯的颈项上将他拖走。

§Agis.19.3

ἄλλων δὲ ἐπωθούντων ὄπισθεν ἐκ παρασκευῆς, οὐδενὸς βοηθοῦντος, ἀλλʼ ἐρημίας οὔσης, ἐμβάλλουσιν αὑτὸν εἰς τὸ δεσμωτήριον. εὐθὺς δὲ παρῆν ὁ μὲν Λεωνίδας μισθοφόρους ἔχων πολλοὺς, καὶ τὸ οἴκημα περιέσχεν ἔξωθεν, οἱ δὲ ἔφοροι πρὸς τὸν Ἆγιν εἰσῆλθον, καὶ τῶν γερόντων εἰς τὸ οἴκημα μεταπεμψάμενοι τοὺς ταὐτὰ βουλομένους, ὡς δὴ κρίσεως αὐτῷ γινομένης, ἐκέλευον ὑπὲρ τῶν πεπραγμένων ἀπολογεῖσθαι.

其他人则按预谋从后面推搡;由于无人前来相救,四周又空旷无人,他们便将他投入了监狱。随即,列奥尼达斯率领大批雇佣兵赶到,从外部包围了房屋;监督官们进入屋内见阿吉斯,并召来长老中与他们意图一致的人到屋里,俨然像要对他进行审判一般,命令他为自己的所作所为进行辩护。

§Agis.19.4

γελάσαντος δὲ τοῦ νεανίσκου πρὸς τὴν εἰρωνείαν αὐτῶν, ὁ μὲν Ἀμφάρης οἰμωξόμενον ἐκάλει1 καὶ δίκην ὑφέξοντα τῆς ἰταμότητος· ἄλλος δὲ τῶν ἐφόρων, οἷον ἐνδιδοὺς τῷ Ἄγιδι καὶ δεικνύων ἀποφυγὴν τῆς αἰτίας, ἠρώτησεν εἰ ταῦτα ἔπραξεν ὑπὸ Λυσάνδρου καὶ Ἀγησιλάου βιασθείς.

年轻人见他们的虚伪做作不禁失笑,安法雷斯便怒喝道他将大祸临头,必为其傲慢付出代价;而另一位监督官仿佛在给阿吉斯让步并指明脱罪之路,问道他是否是在吕珊德鲁斯和阿格西劳斯的胁迫下做出这些事的。

§Agis.19.5

ἀποκριναμένου δὲ τοῦ Ἄγιδος ὡς βιασθεὶς μὲν ὑπʼ οὐδενός, ζηλῶν δὲ καὶ μιμούμενος τὸν Λυκοῦργον ἐπὶ τὴν αὐτὴν ἔλθοι πολιτείαν, πάλιν ὁ αὐτὸς ἠρώτησεν εἰ μετανοεῖ τοῖς πεπραγμένοις. φήσαντος δὲ τοῦ νεανίσκου μὴ μετανοεῖν ἐπὶ τοῖς κάλλιστα βεβουλευμένοις, κἂν τὰ ἔσχατα πεισόμενον αὑτὸν ἴδῃ,2 θάνατον αὐτοῦ κατεψηφίσαντο, καὶ τοὺς ὑπηρέτας ἐκέλευον ἄγειν εἰς τὴν καλουμένην Δεχάδα.

阿吉斯回答说,他未受任何人胁迫,而是因景仰并效仿吕库古才致力于同样的政制;那人遂再次询问他是否为自己的所作所为感到悔改。当年轻人宣称自己绝不为这些最善的谋划而悔改,哪怕明知自己将遭受极刑亦然,他们便判处他死刑,并命令差役将他押往所谓的“代卡斯”。

§Agis.19.6

τοῦτο δέ ἐστὶν οἴκημα τῆς εἱρκτῆς ἐν ᾧ θανατοῦσι τοὺς καταδίκους ἀποπνίγοντες. ὁρῶν δὲ τοὺς ὑπηρέτας ὁ Δαμοχάρης οὐ τολμῶντας ἅψασθαι τοῦ Ἄγιδος, ὁμοίως δὲ καὶ τῶν μισθοφόρων τοὺς παρεστῶτας ἀποστρεφομένους καὶ φεύγοντας τὸ ἔργον, ὡς οὐ θεμιτὸν οὐδὲ νενομισμένον βασιλέως σώματι τὰς χεῖρας προσφέρειν, διαπειλησάμενος αὐτοῖς καὶ λοιδορηθεὶς εἷλκεν αὐτὸς εἰς τὸ οἴκημα τὸν Ἆγιν.

这是牢狱中的一间密室,他们在其中通过缢杀将死囚处死。达摩哈雷斯见差役们不敢动手触碰阿吉斯,侍立在旁的雇佣兵亦同样转过身去回避此事,认为加手于国王之躯既不合神律亦非法俗所许,便恐吓怒斥他们,亲自将阿吉斯拖入了那间密室。

§Agis.19.7

ἤδη γὰρ ᾔσθηντο πολλοὶ τὴν σύλληψιν, καὶ θόρυβος ἦν ἐπὶ ταῖς θύραις καὶ φῶτα πολλά, καὶ παρῆσαν ἥ τε μήτηρ τοῦ Ἄγιδος καὶ ἡ μάμμη βοῶσαι καὶ δεόμεναι τὸν βασιλέα τῶν Σπαρτιατῶν λόγου καὶ κρίσεως τυχεῖν ἐν τοῖς πολίταις. διὸ καὶ μάλιστα κατήπειξαν τὴν ἀναίρεσιν, ὡς ἐξαρπαγησομένου νυκτὸς ἂν πλείονες ἐπέλθωσιν.3

因为此时已有许多人得知了拘捕之事,门前喧闹嘈杂,火把齐明,阿吉斯的母亲与祖母也在场高声呼喊并恳求,希望斯巴达人的国王能在公民面前获得申辩与审判的机会。正因如此,他们最为急迫地加速了行刑,担心若是夜间涌来更多人,阿吉斯就会被劫夺而去。

语法注3 条
  1. Agis.19.4οἰμωξόμενον ἐκάλει

    此处为 καλέω 与 οἰμώζω 的将来时分词 οἰμωξόμενος 连用的习语结构,意为“怒斥/呼喊道他将要大祸临头(追悔莫及)”。将来时分词表示威胁或预言的内容。

  2. Agis.19.5κἂν τὰ ἔσχατα πεισόμενον αὑτὸν ἴδῃ

    连词 κἄν(即 καὶ ἐάν)引导虚拟语气 ἴδῃ,后接感官动词(ὁράω)常见的“宾语补足语分词结构”:反身代词 αὑτόν 搭配 πάσχω 的将来时分词 πεισόμενον,意为“即便他预见自己将遭受极刑”。

  3. Agis.19.7ὡς ἐξαρπαγησομένου νυκτὸς ἂν πλείονες ἐπέλθωσιν

    此处为 ὡς 与将来被动态分词 ἐξαρπαγησομένου 构成的独立属格结构(逻辑主语阿吉斯承前省略),并嵌套了条件从句 ἂν πλείονες ἐπέλθωσιν(假定虚拟语气)。整句表示主句动词 κατήπειξαν 的主观动机或担忧:“因唯恐若是夜间涌来更多人,他便会被抢夺救走”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Agis.19.1-Agis.19.7