- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Agis.2.1-Agis.2.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引蛇尾的寓言,论证对名声的过度追求如何导致执政者沦为大众的奴仆并走向毁灭,以格拉古兄弟的悲剧为例,进而引入与之对照的斯巴达国王阿吉斯与克里昂米尼的叙述。
ὁ μὲν γὰρ ἀπηκριβωμένος καὶ τελείως ἀγαθὸς οὐδʼ ἂν ὅλως δόξης δέοιτο, πλὴν ὅση πάροδον ἐπὶ τὰς πράξεις διὰ τοῦ πιστεύεσθαι δίδωσι· νέῳ δὲ ἔτι ὄντι καὶ φιλοτίμῳ δοτέον ἀπὸ τῶν καλῶν ἔργων καὶ δόξῃ τι καλλωπίσασθαι καὶ κομπάσαι. φυόμεναι γὰρ ἐν τοῖς τηλικούτοις αἱ ἀρεταὶ καὶ βλαστάνουσαι τό τε κατορθούμενον ὥς φησι Θεόφραστος, ἐκβεβαιοῦνται τοῖς ἐπαίνοις, καὶ τὸ λοιπὸν αὔξονται μετὰ φρονήματος ἐπαιρόμεναι.
因为一个完全纯全而臻于至善的人,原本根本不需要名声,除非名声借由获得信赖而为行动开辟道路;但对于尚且年轻且怀抱抱负之人,则应当允许其因崇高的行径而略借名声装饰自己并有所自得。正如泰奥弗拉斯托斯所言,在这般年纪的人身上萌生并发芽的美德,会在所成就之事上因赞誉而得以确立,并怀抱志气,在其后不断成长。
τὸ δὲ ἄγαν πανταχοῦ μὲν ἐπισφαλές, ἐν δὲ ταῖς πολιτικαῖς φιλοτιμίαις ὀλέθριον ἐκφέρει γὰρ εἰς μανίαν καὶ παραφροσύνην ὕπαιθρον ἐξουσίας μεγάλης ἐπιλαβομένους,1 ὅταν μὴ τὸ καλὸν ἔνδοξον εἶναι θέλωσιν, ἀλλʼ ἀγαθὸν ἡγῶνται τὸ ἔνδοξον εἶναι. ὅπερ οὖν Φωκίων πρὸς Ἀντίπατρον ἀξιοῦντά τι παρʼ αὐτοῦ τῶν μὴ καλῶν οὐ δύνασαι, εἶπεν, ἅμα καὶ φίλῳ Φωκίωνι χρῆσθαι καὶ κόλακι, τοῦτο λεκτέον ἢ ὅμοιόν τι τούτῳ πρὸς τοὺς πολλούς·
然而,凡事过甚到处皆有危险,在政治上的抱负中更是毁灭性的;因为当掌握大权的人不再希望崇高之事获得声望,反而把获得声望视作至善时,这便会将他们驱入公然的疯狂与错乱之中。因此,正如福基翁在安提帕特向他提出不当要求时所言:“你不能既把福基翁当朋友,又把他当谄媚者”,对大众也必须说出同样的话或类似的话:
οὐ δύνασθε τὸν αὐτὸν ἔχειν καὶ ἄρχοντα καὶ ἀκόλουθον. ἐπεὶ συμβαίνει γε καὶ οὕτως τὸ τοῦ δράκοντος, οὗ φησιν ὁ μῦθος τὴν οὐρὰν τῇ κεφαλῇ στασιάσασαν ἀξιοῦν ἡγεῖσθαι παρὰ μέρος2 καὶ μὴ διὰ παντὸς ἀκολουθεῖν ἐκείνῃ, λαβοῦσαν δὲ τὴν ἡγεμονίαν αὐτήν τε κακῶς ἀπαλλάττειν ἀνοίᾳ πορευομένην καὶ τὴν κεφαλὴν καταξαίνειν, τυφλοῖς καὶ κωφοῖς μέρεσιν ἀναγκαζομένην παρὰ φύσιν ἕπεσθαι.
“你们不能让同一个人既作统治者,又作随从。” 否则,确实就会发生蛇的寓言中所说的那种情形:寓言称蛇尾向蛇头谋反,要求轮流领路,不愿始终跟在蛇头后面;然而一旦取得了领导权,它盲目行进而自陷困境,更将蛇头撕扯碎裂,迫使蛇头违背天性去跟随盲目且失聪的躯体。
τοῦτο πολλοὺς τῶν πρὸς χάριν ἅπαντα πεπολιτευμένων ὁρῶμεν πεπονθότας· ἐξαρτήσαντες γὰρ αὑτοὺς ὄχλων εἰκῇ φερομένων οὔτʼ ἀναλαβεῖν ὕστερον οὔτʼ ἐπιστῆσαι τὴν ἀταξίαν ἐδυνήθησαν. ταῦτα δὲ ἡμῖν εἰς τὴν παρὰ τῶν πολλῶν δόξαν ἐπῆλθεν εἰπεῖν ἐννοήσασιν ἡλίκην ἔχει δύναμιν ἐκ τῶν Τιβερίῳ καὶ Γαΐῳ τοῖς Γράγχοις συμπεσόντων, οὓς κάλλιστα μὲν φύντας, κάλλιστα δὲ τραφέντας, καλλίστην δὲ τῆς πολιτείας ὑπόθεσιν λαβόντας, ἀπώλεσεν οὐχ οὕτως ἐπιθυμία δόξης ἄμετρος, ὡς φόβος ἀδοξίας ἐκ προφάσεως οὐκ ἀγεννοῦς πεφυκώς.
我们看到,许多为了阿谀大众而执政的人,正遭受了这般的命运;因为他们将自己依附于随波逐流的群众,日后既无法自拔,亦无法制止这种混乱。当我们从提比略·格拉古与盖约·格拉古兄弟所遭遇的变故中,思考源自大众的名声具有何等巨大的威力时,便不禁发出了这番言论;他们生来极为高贵,所受教养极为优越,为城邦政治所立基点也极为崇高,然而毁灭他们的与其说是对名声的无节制渴望,不如说是出自绝非不体面之缘由的、对丧失名誉的恐惧。
μεγάλην γὰρ εὔνοιαν προειληφότες παρὰ τῶν πολιτῶν ᾐσχύνθησαν ἐγκαταλιπεῖν ὥσπερ χρέος· ἁμιλλώμενοι δʼ ἀεὶ πολιτεύμασι χρηστοῖς τὰς τιμὰς ὑπερβάλλεσθαι, καὶ τιμώμενοι μᾶλλον ἐξ ὧν ἐπολιτεύοντο κεχαρισμένως, καὶ τοῦτον τὸν τρόπον ἴσῃ φιλοτιμίᾳ πρός τε τὸν δῆμον ἑαυτοὺς καὶ τὸν δῆμον πρὸς ἑαυτοὺς ἐκκαύσαντες, ἔλαθον ἁψάμενοι πραγμάτων3 ἐν οἷς οὐκέτʼ ἦν τὸ ἐπιμεῖναι καλὸν, αἰσχρὸν δʼ ἤδη τὸ παύσασθαι.
因为他们先前已从公民那里获得了巨大的善意,便耻于如同背弃债务般将其弃置;他们总是争相以有益的政策超越所受的礼遇,又因推行悦纳大众的政治而受到更多尊崇,并以此种方式用对等的好胜心使自己对民众、民众对自身相互激发燃烧,于是在不知不觉中卷入了这般事态:坚持下去已不再崇高,而就此罢手却已然可耻。
ταῦτα μὲν οὖν ἐπικρινεῖς αὐτὸς ἐκ τῆς διηγήσεως παραβάλωμεν δὲ αὐτοῖς Λακωνικὸν ζεῦγος δημαγωγῶν, Ἆγιν καὶ Κλεομένην τοὺς βασιλεῖς, καὶ γὰρ οὗτοι τὸν δῆμον αὔξοντες, ὥσπερ ἐκεῖνοι, καὶ πολιτείαν καλὴν καὶ δικαίαν ἐκλελοιπυῖαν πολὺν χρόνον ἀναλαμβάνοντες, ὁμοίως ἀπηχθάνοντο τοῖς δυνατοῖς μὴ βουλομένοις ἀφεῖναι τὴν συνήθη πλεονεξίαν. ἀδελφοὶ μὲν οὖν οὐκ ἦσαν ἀλλήλων οἱ Λάκωνες, συγγενοῦς δὲ καὶ ἀδελφῆς ἥψαντο πολιτείας, ἀρχὴν τοιαύτην λαβόντες.
这些事情,你自己将从叙述中作出裁决;而我们且将一对拉哥尼亚的民众领袖——国王阿吉斯与克里昂米尼——与他们加以比照。因为这两位君主正如格拉古兄弟一样提升了民众的地位,恢复了废弛已久的优良公正的政制,同样遭到了不愿放弃既有贪婪的权贵们的憎恨。这两位拉哥尼亚人彼此虽非骨肉兄弟,却从事了血脉相通且如姐妹般的政治事业,其开端如下。
- Agis.2.2ἐκφέρει γὰρ εἰς μανίαν καὶ παραφροσύνην ὕπαιθρον ἐξουσίας μεγάλης ἐπιλαβομένους
主要动词 ἐκφέρει 的宾语是宾格分词短语 ἐξουσίας μεγάλης ἐπιλαβομένους(动词 ἐπιλαμβάνομαι 的不定过去时分词,支配属格宾语)。介词短语 εἰς μανίαν καὶ παραφροσύνην ὕπαιθρον 插入在动词与其宾语之间(倒装/隔置)。接下来的 ὅταν 从句的逻辑主语亦与此分词所指之人一致。
- Agis.2.3παρὰ μέρος
意为“轮流”、“按次序”(in turn)的惯用短语。在此表示蛇尾向蛇头要求“轮流带路”(ἡγεῖσθαι),而不愿一直处于服从地位。
- Agis.2.5ἔλαθον ἁψάμενοι πραγμάτων
动词 λανθάνω 与补充性分词(ἁψάμενοι)搭配的固定句式,意为“不知不觉地做某事”或“未曾察觉便陷入……”。它生动表现出格拉古兄弟在非本意的情况下陷入进退维谷之境。
