- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Agis.1.1-Agis.1.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者将迎合大众以追求声名的从政者比作拥抱云雾的伊克西翁、沦为羊群奴仆的牧人以及听命于舵手的船头瞭望员。
οὐκ ἀτόπως τινὲς οὐδὲ φαύλως συγκεῖσθαι πρὸς τοὺς φιλοδόξους ὑπονοοῦσι τὸν ἐπὶ τῷ Ἰξίονι μῦθον, ὡς δὴ λαβόντι τὴν νεφέλην ἀντὶ τῆς Ἥρας καὶ τῶν Κενταύρων οὕτως γενομένων,1 καὶ γὰρ οὗτοι τῆς ἀρετῆς ὥσπερ εἰδώλῳ τινὶ τῇ δόξῃ συνόντες, οὐδὲν εἰλικρινὲς οὐδʼ ὡμολογημένον, ἀλλὰ νόθα καὶ μικτὰ πολλὰ πράττουσιν, ἄλλας ἄλλας φορὰς φερόμενοι, ζήλοις καὶ πάθεσιν ἐπακολουθοῦντες, ὅπερ οἱ Σοφοκλέους βοτῆρες ἐπὶ τῶν ποιμνίων λέγουσιν "τούτοις γὰρ ὄντες δεσπόται δουλεύομεν, καὶ τῶνδʼ ἀνάγκη καὶ σιωπώντων κλύειν."
有人推测伊克西翁的神话是针对汲汲于声名之人而作的,这并非不当,亦非浅陋;正如伊克西翁以云代赫拉而生出半人马一样,这些人也委身于名声——仿佛委身于德性的幻象——做不出任何纯粹而和谐的事,反而做出许多杂乱而不伦的行径,在多变的冲动中飘荡,追随着狂热与激情。这正如索福克勒斯笔下的牧人们指着羊群所言: “因我们虽为主,却沦为其奴仆, 纵使它们缄默,亦须听其号令。”
ὅπερ ἀληθῶς οἱ πρὸς ἐπιθυμίας ὄχλων καὶ ὁρμὰς πολιτευόμενοι πάσχουσι, δουλεύοντες καὶ ἀκολουθοῦντες ἵνα δημαγωγοὶ καὶ ἄρχοντες ὀνομάζωνται. καθάπερ γὰρ οἱ πρωρεῖς τὰ ἔμπροσθεν προορώμενοι τῶν κυβερνητῶν ἀφορῶσι πρὸς ἐκείνους2 καὶ τὸ προστασσόμενον ὑπʼ ἐκείνων ποιοῦσιν, οὕτως οἱ πολιτευόμενοι καὶ πρὸς δόξαν ὁρῶντες ὑπηρέται μὲν τῶν πολλῶν εἰσιν, ὄνομα δὲ ἀρχόντων ἔχουσιν.
依顺大众的欲望和冲动来从政的人所遭受的正是如此,他们屈从追随,只为了被称为民众领袖和执政者。正如船头的瞭望员虽比舵手更早看清前方,却仍须回望舵手并听从其指令一样,那些投身政务而又顾盼名声的人,实际上是民众的仆从,却徒有统治者之名。
- Agis.1.1ὡς δὴ λαβόντι τὴν νεφέλην ἀντὶ τῆς Ἥρας καὶ τῶν Κενταύρων οὕτως γενομένων
与格分词 λαβόντι 在语法上与 τῷ Ἰξίονι 呼应,表明神话的情节内容;紧随其后的 καὶ τῶν Κενταύρων οὕτως γενομένων 则是属格绝对结构(genitive absolute)。两者在 ὡς δή 引导下并列表达神话由来的因由,构成分词句式上的参差配合(anacoluthon)。
- Agis.1.2τῶν κυβερνητῶν ἀφορῶσι πρὸς ἐκείνους
属格 τῶν κυβερνητῶν 充当比较属格(genitive of comparison),受分词 προορώμενοι 中的前缀 προ-(“在……之前”)支配,意为“比舵手更早看清前方”。随后的指示代词 ἐκείνους 指代前述的舵手们(κυβερνῆται)。
