← 普鲁塔克

亚基斯与克里昂米尼传

§Agis.3.1-Agis.3.6

斯巴达的衰落与阿吉斯及列奥尼达斯的家世

本段叙述了因金银流入而衰退的斯巴达两支王族谱系,介绍了阿吉斯以及沾染东方宫廷习气的列奥尼达斯的家世背景。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Agis.3.1

ἐπεὶ παρεισέδυ πρῶτον εἰς τὴν πόλιν ἀργύρου καὶ χρυσοῦ ζῆλος, καὶ συνηκολούθησε τοῦ πλούτου τῇ μὲν κτήσει πλεονεξία καὶ μικρολογία τῇ δὲ χρήσει καὶ ἀπολαύσει1 τρυφὴ καὶ μαλακία καὶ πολυτέλεια, τῶν πλείστων ἐξέπεσεν ἡ Σπάρτη καλῶν, καὶ ταπεινὰ πράττουσα παρʼ ἀξίαν διετέλει μέχρι τῶν χρόνων ἐκείνων ἐν οἷς Ἆγις καὶ Λεωνίδας ἐβασίλευον, Ἆγις μὲν Εὐρυπωντίδης καὶ Εὐδαμίδα παῖς, ἕκτος ἀπὸ Ἀγησιλάου τοῦ διαβάντος εἰς τὴν Ἀσίαν καὶ μέγιστον Ἑλλήνων δυνηθέντος· ἦν γὰρ Ἀγησιλάου μὲν Ἀρχίδαμος ὁ περὶ Μανδύριον τῆς Ἰταλίας ὑπὸ Μεσσαπίων ἀποθανών, Ἀρχιδάμου δὲ πρεσβύτερος μὲν υἱὸς Ἆγις, Εὐδαμίδας δὲ νεώτερος, ὅς, Ἄγιδος ὑπὸ Ἀντιπάτρου περὶ Μεγάλην πόλιν ἀναιρεθέντος ἀτέκνου, τὴν βασιλείαν ἔσχε, τούτου δὲ Ἀρχίδαμος, Ἀρχιδάμου δὲ ἕτερος Εὐδαμίδας, Εὐδαμίδα δὲ Ἆγις, περὶ οὗ τάδε γέγραπται·

当对金银的狂热首次潜入城邦,随财富的取得而来的是贪婪与吝啬,随其使用与享乐而来的是奢靡、柔弱与铺张时,斯巴达便丧失了绝大部分崇高的品质,并在与其尊严不相符的卑微境况中苟延残喘,直至阿吉斯与列奥尼达斯在位的那个时代。阿吉斯出身欧律庞提德家族,是欧达米达斯之子,从渡海进入亚洲并在希腊人中握有最大权势的阿格西劳斯算起,是第六代后裔。因为阿格西劳斯之子阿基达莫斯是在意大利的曼杜里翁附近被麦萨皮人所杀;阿基达莫斯的长子是阿吉斯,次子是欧达米达斯,由于阿吉斯在梅加洛波利斯附近被安提帕特杀死且无嗣,欧达米达斯便继承了王位;他的儿子是阿基达莫斯,阿基达莫斯之子又是另一位欧达米达斯,而欧达米达斯之子便是阿吉斯,这些正是关于他而写的。

§Agis.3.3

Λεωνίδας δὲ ὁ Κλεωνύμου τῆς μὲν ἑτέρας οἰκίας ἦν Ἀγιάδης, ὄγδοος δὲ ἀπὸ Παυσανίου τοῦ νικήσαντος ἐν Πλαταιαῖς μάχῃ Μαρδόνιον. Παυσανίας γὰρ υἱὸν ἔσχε Πλειστώνακτα, Πλειστῶναξ δὲ Παυσανίαν, οὗ φυγόντος εἰς Τεγέαν ἐκ Λακεδαίμονος ὅ τε πρεσβύτερος υἱὸς Ἀγησίπολις ἐβασίλευσε καὶ τούτου τελευτήσαντος ἀτέκνου Κλεόμβροτος ὁ νεώτερος.

另一方面,克里昂纽莫斯之子列奥尼达斯则属于另一王族阿吉亚德家族,是从在普拉提亚战役中击败马多尼乌斯的鲍萨尼亚斯算起的第八代后裔。因为鲍萨尼亚斯生有普雷斯托阿那克斯,普雷斯托阿那克斯生有鲍萨尼亚斯,在后者从拉刻代蒙逃亡至帖该亚后,其长子阿格西波利斯即位为王,在他无嗣而亡后,次子克里昂布罗托斯继位。

§Agis.3.4

ἐκ δὲ Κλεομβρότου πάλιν ἄλλος Ἀγησίπολις ἦν καὶ Κλεομένης, ὧν Ἀγησίπολις μὲν οὔτε ἦρξε πολὺν χρόνον οὔτε παῖδας ἔσχε, Κλεομένης δὲ βασιλεύσας μετὰ Ἀγησίπολιν τὸν μὲν πρεσβύτερον τῶν υἱῶν Ἀκρότατον ἔτι ζῶν ἀπέβαλε, νεώτερον δὲ Κλεώνυμον κατέλιπεν, ὃς οὐκ ἐβασίλευσεν, ἀλλʼ Ἄρευς υἱωνὸς ὢν Κλεομένους, Ἀκροτάτου δʼ υἱός·2 Ἄρεως δὲ πεσόντος περὶ Κόρινθον υἱὸς ὢν Ἀκρότατος τὴν βασιλείαν κατέσχεν.

克里昂布罗托斯又生有另一位阿格西波利斯与克里昂米尼。其中阿格西波利斯既在位不久,又无子嗣;而继阿格西波利斯为王的克里昂米尼,在其在世时便失去了长子阿克洛塔托斯,留下了次子克里昂纽莫斯,但克里昂纽莫斯未能即位为王,而是由克里昂米尼之孙、阿克洛塔托斯之子阿雷乌斯继位;阿雷乌斯在科林斯附近阵亡后,其子阿克洛塔托斯接掌了王位。

§Agis.3.5

ἀπέθανε δὲ καὶ οὗτος ἡττηθεὶς μάχῃ περὶ Μεγάλην πόλιν ὑπὸ Ἀριστοδήμου τοῦ τυράννου, καταλιπὼν ἐγκύμονα τὴν γυναῖκα. παιδίου δὲ ἄρρενος γενομένου Λεωνίδας ὁ Κλεωνύμου τὴν ἐπιτροπὴν ἔσχεν, εἶτα πρὶν ἐν ἡλικίᾳ γενέσθαι τελευτήσαντος, οὕτως εἰς αὐτὸν ἡ βασιλεία περιῆλθεν οὐ πάνυ τοῖς πολίταις εὐάρμοστον ὄντα.

他也同样在梅加洛波利斯附近的战役中被僭主阿里斯托德莫斯击败阵亡,留下已有身孕的妻子。当遗腹男孩出生后,克里昂纽莫斯之子列奥尼达斯承担了监护职责,随后男孩在成年之前死去,王位便由此落到了与公民们极不相称的列奥尼达斯身上。

§Agis.3.6

καίπερ γὰρ ἐγκεκλικότων ἤδη τῇ διαφθορᾷ τοῦ πολιτεύματος ὁμαλῶς ἁπάντων, ἦν τις ἐν τῷ Λεωνίδᾳ τῶν πατρῴων ἐπιφανὴς ἐκδιαίτησις, ἅτε δὴ χρόνον ἠλινδημένῳ πολὺν ἐν αὐλαῖς σατραπικαῖς καὶ τεθεραπευκότι Σέλευκον, εἶτα τὸν ἐκεῖθεν ὄγκον εἰς Ἑλληνικὰ πράγματα καὶ νόμιμον ἀρχὴν οὐκ ἐμμελῶς μεταφέροντι.3

因为尽管全体公民此时都已同样滑向了政制的堕落,但在列奥尼达斯身上对祖传生活方式的背离尤为显著,因为他曾长期在各总督的宫廷中混迹,侍奉过塞琉古,随后又极不协调地把自那里染上的傲慢作风带入了希腊事务与合法的统治之中。

语法注3 条
  1. Agis.3.1τοῦ πλούτου τῇ μὲν κτήσει ... τῇ δὲ χρήσει καὶ ἀπολαύσει

    属格 τοῦ πλούτου 是宾格性属格,同时修饰后方并列的两个与格短语 τῇ μὲν κτήσει 与 τῇ δὲ χρήσει καὶ ἀπολαύσει。动词 συνηκολούθησε 支配这两个与格成分,构成鲜明的对仗:“伴随财富之取得的是……,而伴随其使用与享乐的是……”。

  2. Agis.3.4ὃς οὐκ ἐβασίλευσεν, ἀλλʼ Ἄρευς υἱωνὸς ὢν Κλεομένους, Ἀκροτάτου δʼ υἱός·

    关系代词 ὃς 的先行词是前面紧邻的 Κλεώνυμον。在 ἀλλʼ 之后省略了前述动词 ἐβασίλευσεν,形成对比结构:“他(克里昂纽莫斯)未能称王,而是克里昂米尼之孙阿雷乌斯称王”。

  3. Agis.3.6ἅτε δὴ χρόνον ἠλινδημένῳ πολὺν ἐν αὐλαῖς σατραπικαῖς καὶ τεθεραπευκότι Σέλευκον, εἶτα τὸν ἐκεῖθεν ὄγκον εἰς Ἑλληνικὰ πράγματα καὶ νόμιμον ἀρχὴν οὐκ ἐμμελῶς μεταφέροντι.

    由 ἅτε δή 引导的一连串与格分词(ἠλινδημένῳ、τεθεραπευκότι、μεταφέροντι)在语法上与前面的 ἐν τῷ Λεωνίδᾳ 一致,充当说明客观原因的状语分词结构,阐明列奥尼达斯之所以明显背弃祖宗家法,正是因为他曾浸淫东方宫廷并将此种傲慢移植回希腊事务中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Agis.3.1-Agis.3.6