- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Agis.18.1-Agis.18.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
列奥尼达斯应希罗尼斯的哀求仅将克勒翁布罗托斯流放,并挽留女儿,但希罗尼斯毅然选择与丈夫同行。列奥尼达斯更换监督官并密谋除掉阿吉斯,曾向阿吉斯之母借贷贵重财物的监督官安法雷斯等人参与了这场阴谋。
ἡ μὲν Χιλωνὶς τοιαῦτα ποτνιωμένη τό τε πρόσωπον ἐπὶ τὴν κεφαλὴν ἐπέθηκε τοῦ Κλεομβρότου, καί τὸ βλέμμα διεφθαρμένον καί συντετηκὸς ὑπὸ λύπης περιήνεγκεν εἰς τοὺς παρόντας. ὁ δὲ Λεωνίδας διαλεχθεὶς τοῖς φίλοις τὸν μὲν Κλεόμβροτον ἐκέλευσεν ἀναστάντα φεύγειν, τῆς δὲ παιδὸς μένειν ἐδεῖτο καί μὴ καταλιπεῖν ἑαυτόν οὕτω φιλοῦντα καί δεδωκότα χάριν τὴν τοῦ ἀνδρὸς αὐτῇ σωτηρίαν.
希罗尼斯在如此悲泣哀诉之后,将面庞贴在克勒翁布罗托斯的头上,并将因悲伤而憔悴消沉的目光转向在场的人们。列奥尼达斯与朋友们商议之后,命令克勒翁布罗托斯起身流亡,却恳求女儿留下来,不要舍弃如此深爱她、并已将她丈夫的性命作为恩惠赐予她的父亲。
οὐ μὴν ἔπεισεν, ἀλλʼ ἀνισταμένῳ τῷ ἀνδρὶ θάτερον τῶν παιδίων ἐγχειρίσασα, θάτερον δʼ ἀναλαβοῦσα καί προσκυνήσασα τὸν βωμὸν τοῦ θεοῦ συνεξῆλθεν, ὥστε εἰ μὴ πάνυ διεφθαρμένος ἦν ὑπὸ κενῆς δόξης ὁ Κλεόμβροτος, εὐτύχημα ἂν ἡγήσατο τὴν φυγὴν αὑτῷ τῆς βασιλείας μεῖζον εἶναι διὰ τὴν γυναῖκα.1 μεταστησάμενος δὲ τὸν Κλεόμβροτον ὁ Λεωνίδας καὶ τοὺς πρώτους ἐφόρους ἐκβαλὼν τῆς ἀρχῆς, ἑτέρους δὲ ποιησάμενος, εὐθὺς ἐπεβούλευε τῷ Ἄγιδι.
然而他未能说服她;她在丈夫起立时将一个幼儿交到他手中,自己抱起另一个,在拜过神明祭坛后便同他一道离去了。因此,若非克勒翁布罗托斯已被虚荣彻底毁损了心智,他定会认为由于这位妻子的缘故,这场流亡对他而言乃是比王权更大的幸运。列奥尼达斯打发走克勒翁布罗托斯,又将原先的监督官逐出职位并另立他人之后,随即谋划对付阿吉斯。
καί πρῶτον μὲν ἔπειθεν αὐτὸν ἀναστῆναι καὶ συμβασιλεύειν, ὡς δεδωκότων συγγνώμην τῶν πολιτῶν συνεξηπατῆσθαι γὰρ ὑπὸ τοῦ Ἀγησιλάου νέον ὄντα καί φιλότιμον.2 ἐκείνου δὲ ὑφορωμένου καί κατὰ χώραν μένοντος αὐτὸς μὲν ἐπαύσατο φενακίζων καί κατειρωνευόμενος, Ἀμφάρης δὲ καί Δαμοχάρης καί Ἀρκεσίλαος ἀναβαίνοντες εἰώθεσαν αὐτῷ διαλέγεσθαι· καί ποτε καί παραλαβόντες ἐπὶ λουτρὸν ἀπὸ τοῦ ἱεροῦ κατήγαγον καί λουσάμενον πάλιν εἰς τὸ ἱερὸν κατέστησαν.
他起初试图劝说阿吉斯离开圣所出来共掌王权,借口说公民们已经宽恕了他,认为他年轻气盛又渴望名声,不过是一同受了阿格西劳斯的蒙骗。但阿吉斯心存戒备而坚守原地,列奥尼达斯便停止了巧言欺饰;相反,安法雷斯、达摩哈雷斯和阿尔克西拉奥斯常常上山与他交谈。有一次,他们甚至将他从圣所接引下山去沐浴,待他沐浴完毕后又护送他返回圣所。
καί ἦσαν πάντες μὲν αὐτῷ συνήθεις, ὁ δὲ Ἀμφάρης καί κεχρημένος ἔναγχος ἱμάτια καί ποτήρια τῶν πολυτελῶν παρὰ τῆς Ἀγησιστράτας ἐπεβούλευε διὰ ταῦτα τῷ βασιλεῖ καί ταῖς γυναιξὶν ὡς ἀποστερήσων.3 καί μάλιστά γε αὐτὸς ὑπακοῦσαι τῷ Λεωνίδᾳ λέγεται καί παροξῦναι τοὺς ἐφόρους, ὧν καί αὐτὸς εἷς ἦν.
他们都是阿吉斯的旧相识,但安法雷斯近来从阿格西斯特拉塔那里借用了贵重的衣袍与酒杯,因此图谋除掉国王与妇人们以期赖账不还。据说正是他最为依附列奥尼达斯,并极力煽动监督官们,而他自己亦是监督官之一。
- Agis.18.2ὥστε εἰ μὴ πάνυ διεφθαρμένος ἦν ὑπὸ κενῆς δόξης ὁ Κλεόμβροτος, εὐτύχημα ἂν ἡγήσατο τὴν φυγὴν αὑτῷ τῆς βασιλείας μεῖζον εἶναι διὰ τὴν γυναῖκα.
在由 ὥστε 引导的结果从句内部,嵌套了一个由直陈式过去时构成的与过去事实相反的虚拟条件句(εἰ μὴ ... ἦν, εὐτύχημα ἂν ἡγήσατο)。属格 τῆς βασιλείας 作为比较属格由比较级形容词 μεῖζον 统辖,意为“比王位更大的幸运”。
- Agis.18.3ὡς δεδωκότων συγγνώμην τῶν πολιτῶν· συνεξηπατῆσθαι γὰρ ὑπὸ τοῦ Ἀγησιλάου νέον ὄντα καί φιλότιμον.
由 ὡς 引领的属格独立结构(δεδωκότων ... τῶν πολιτῶν)表示说话者(列奥尼达斯)提出的主观理由或借口。紧接着由 γάρ 引出的不定式 συνεξηπατῆσθαι 属于间接引语,说明市民宽恕的具体缘由;其逻辑主语为隐含的宾格(αὐτόν),与作表语的分词短语 νέον ὄντα καί φιλότιμον 一致。
- Agis.18.4ὁ δὲ Ἀμφάρης καί κεχρημένος ἔναγχος ἱμάτια καί ποτήρια τῶν πολυτελῶν παρὰ τῆς Ἀγησιστράτας ἐπεβούλευε διὰ ταῦτα τῷ βασιλεῖ καί ταῖς γυναιξὶν ὡς ἀποστερήσων.
分词 κεχρημένος 是动词 κίχρημι 的中动态完成时分词,统辖宾格宾语(ἱμάτια καί ποτήρια),意为“(为自己)借用了……”。句末的 ὡς ἀποστερήσων 采用 ὡς 加将来时分词的形式,表达主语(安法雷斯)的目的或意图(“企图侵吞赖账”)。
