- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Agis.17.1-Agis.17.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克勒翁布罗托斯默然无措之际,其妻、亦即列奥尼达斯之女希罗尼斯携幼子出面求情,以夫妻与骨肉之情恳请父亲饶恕丈夫,并誓言若丈夫被诛自己必先自尽。
ὁ μὲν οὖν Κλεόμβροτος οὐδὲν εἶχεν εἰπεῖν, ἀλλʼ ἠπορημένος ἐκάθητο καί σιωπῶν ἡ δὲ Χιλωνίς, ἡ τοῦ Λεωνίδου θυγάτηρ, πρότερον μὲν ἀδικουμένῳ τῷ πατρὶ συνηδικεῖτο, καί τοῦ Κλεομβρότου τὴν βασιλείαν παραλαβόντος ἀποστᾶσα τὴν τοῦ πατρὸς συμφορὰν ἐθεράπευε, καί παρόντι μὲν συνικέτευε, φεύγοντος δὲ πενθοῦσα καὶ χαλεπῶς ἔχουσα πρὸς τὸν Κλεόμβροτον διετέλει, τότε δὲ αὖ πάλιν ταῖς τύχαις συμμεταβάλλουσα μετὰ τοῦ ἀνδρὸς ἱκέτις ὤφθη καθεζομένη, περιβεβληκυῖα τὰς χεῖρας ἐκείνῳ καί τῶν παιδίων τὸ μὲν ἔνθεν, τὸ δʼ ἔνθεν ὑφʼ αὑτὴν ἔχουσα.
克勒翁布罗托斯无言以对,只是茫然沉默地坐着。然而列奥尼达斯的女儿希罗尼斯,此前在父亲受屈时曾与父亲共患难;当克勒翁布罗托斯夺取王权时,她离开丈夫去侍奉父亲的不幸,在父亲留守时与之一同哀告,在父亲流亡时则一直服丧且对克勒翁布罗托斯怀恨在心。但此时,随着命运的再次转折,她又被看见坐在丈夫身旁充当祈求者,双臂环抱着他,身下左右各搂着一个年幼的孩子。
θαυμαζόντων δὲ πάντων καί δακρυόντων ἐπὶ τῇ χρηστότητι καί φιλοστοργίᾳ τῆς γυναικός, ἁψαμένη τῶν πέπλων καί τῆς κόμης ἀτημελῶς ἐχόντων,1 τοῦτο, εἶπεν, ὦ πάτερ, ἐμοὶ τὸ σχῆμα καί τὴν ὄψιν οὐχ ὁ Κλεομβρότου περιτέθεικεν ἔλεος, ἀλλʼ ἀπὸ τῶν σῶν κακῶν καί τῆς σῆς φυγῆς μεμένηκέ μοι σύντροφον καί σύνοικον τὸ πένθος, πότερον οὖν δεῖ με σοῦ βασιλεύοντος ἐν Σπάρτῃ καί νικῶντος ἐγκαταβιῶναι ταύταις ταῖς συμφοραῖς, ἢ λαβεῖν ἐσθῆτα λαμπρὰν καί βασιλικήν, ἐπιδοῦσαν ὑπὸ σοῦ τὸν παρθένιον ἄνδρα φονευόμενον;2
在众人对这女子的善良与亲情赞叹落泪之际,她抚摸着凌乱不整的衣裳和发丝,说道: “父亲,使我披上这副装束与面貌的,并非对克勒翁布罗托斯的怜悯;而是自您的灾祸与流亡以来,这份哀恸就已与我长相伴随、朝夕同居。那么,在您重登斯巴达王位并成为胜利者之时,我难道应当在这等苦难中苟延残喘,抑或在亲眼目睹我的结发夫君被您处死之后,再去穿上光鲜华丽的王室锦衣吗?
ὃς εἰ μὴ παραιτεῖταί σε μηδὲ πείθει τέκνων καί γυναικὸς δάκρυσι, χαλεπωτέραν ἢ σὺ βούλει δίκην ὑφέξει τῆς κακοβουλίας ἐπιδὼν ἐμὲ τὴν φιλτάτην αὐτῷ προαποθανοῦσαν. τίνι γὰρ ἐμὲ δεῖ ζῆν παρρησίᾳ πρὸς τὰς ἄλλας γυναῖκας, ᾗ μήτε παρʼ ἀνδρὸς δεομένῃ μήτε παρὰ πατρὸς ἔλεός ἐστιν; ἀλλὰ καί γυνὴ καί θυγάτηρ συνατυχεῖν καί συνατιμάζεσθαι τοῖς ἐμαυτῆς ἐγενόμην.3
如果他既不能求得您的宽恕,又不能以妻子儿女的泪水打动您,那么他在看到最挚爱的我先他而死时,必将为其盲动承受比您所期许的更严厉的惩罚。因为对于一个在向丈夫哀求时得不到怜悯,在向父亲哀求时亦得不到宽恕的人来说,我还能以怎样的底气在其他妇人面前生活下去呢?作为妻子和女儿,我生来就是为了与我的至亲共罹患难、同受屈辱。
τούτῳ μὲν οὖν εἰ καί τις ἦν λόγος εὐπρεπής, ἐγὼ τοῦτον ἀφειλόμην τότε σοὶ συνεξετασθεῖσα καὶ καταμαρτυρήσασα τῶν ὑπὸ τούτου γενομένων σὺ δὲ αὐτῷ τὸ ἀδίκημα ποιεῖς εὐαπολόγητον, οὕτω μέγα καί περιμάχητον ἀποφαίνων τὸ βασιλεύειν ὥστε διʼ αὐτὸ καί γαμβροὺς φονεύειν καί τέκνων ἀμελεῖν εἶναι δίκαιον.
因此,即使他曾有任何体面的托词,那时我也已因站在您这一边、指证他的行径而将这托词彻底剥夺;然而如今您却把称王之事表现得如此崇高且引人争夺,以至于为了王权杀戮女婿、漠视骨肉竟成了正当之事,这反倒使他的罪行变得极易辩解了。”
- Agis.17.2ἀτημελῶς ἐχόντων
此处的属格复数分词(阳性/中性)修饰前面不同性数的两个名词 τῶν πέπλων(阳性复数)与 τῆς κόμης(阴性单数),因统合不同性的先行词而采用复数;亦可理解为独立属格结构,描摹其衣物与发丝蓬乱不加修饰的状态。
- Agis.17.2ἐπιδοῦσαν ὑπὸ σοῦ τὸν παρθένιον ἄνδρα φονευόμενον
分词 ἐπιδοῦσαν(ἐπεῖδον 的不定过去时主动分词阴性单数宾格)与 δεῖ με ... λαβεῖν 结构中不定式的语义主语 με(宾格)保持一致。分词 φονευόμενον(现在被动时)充当感官动词 ἐπιδεῖν(目睹、亲历)的补足分词,意为“在亲眼见到我的结发夫君被您杀害之后”。
- Agis.17.3συνατυχεῖν καί συνατιμάζεσθαι τοῖς ἐμαυτῆς ἐγενόμην
动词 ἐγενόμην 后接补足不定式,表示“生来就命中注定要……”或“落得……的命运”。与格 τοῖς ἐμαυτῆς 虽可视为中性复数(“我自己的命运境遇”),但结合前面的 γυνὴ καί θυγάτηρ(“作为妻子与女儿”),更自然地应理解为阳性复数(“我的至亲骨肉”),由带有 συν- 前缀的复合动词所支配。
