← 普鲁塔克

亚基斯与克里昂米尼传

§Agis.16.1-Agis.16.3

列奥尼达斯复位与两位国王避难神庙

阿格西劳斯在任监察官期间专横聚敛,导致政敌与失望的民众联手迎回列奥尼达斯。阿格西劳斯被其子救走,阿吉斯与克勒翁布罗托斯则分别逃往神庙避难,列奥尼达斯率兵严厉斥责其女婿克勒翁布罗托斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Agis.16.1

ὁ γὰρ Ἀγησίλαος ἐφορεύων, ἀπηλλαγμένος οἷς ταπεινὸς ἦν πρότερον,1 οὐδενὸς ἐφείδετο φέροντος ἀργύριον ἀδικήματος, ἀλλὰ μῆνα τρισκαιδέκατον, οὐκ ἀπαιτούσης τότε τῆς περιόδου, παρὰ τὴν νενομισμένην τάξιν τῶν χρόνων ἐνέβαλε τοῖς τέλεσι καὶ παρέπραττε, δεδιὼς δὲ τοὺς ἀδικουμένους καὶ μισούμενος ὑπὸ πάντων ἔτρεφε μαχαιροφόρους, καὶ φυλαττόμενος ὑπὸ τούτων κατέβαινεν εἰς τὸ ἀρχεῖον.

因为阿格西劳斯在担任监察官期间,既已摆脱了先前使他处于卑微境地的困境,便凡是能带来钱财的勾当,无一不肆意妄为。甚至在当时历法周期本无需要的情况下,他竟违反既定的时序,为了征收赋税而强行插入第十三个闰月,并违法加以索取。由于惧怕受害之人且为所有人所憎恨,他供养着佩短剑的卫士,在他们的护卫下前往政署。

§Agis.16.2

καὶ τῶν βασιλέων τοῦ μὲν ὅλως καταφρονεῖν, τὸν δὲ Ἆγιν ἐβούλετο δοκεῖν2 διὰ τὴν συγγένειαν μᾶλλον ἢ διὰ τὴν βασιλείαν ἔν τινι τιμῇ τίθεσθαι. διέδωκε δὲ λόγον ὡς καὶ αὖθις ἐφορεύσων. διὸ καὶ θᾶσσον ἀποκινδυνεύσαντες οἱ ἐχθροὶ καὶ συστάντες ἐκ Τεγέας ἀναφανδὸν τὸν Λεωνίδαν ἐπὶ τὴν ἀρχὴν κατήγαγον, ἡδέως καὶ τῶν πολλῶν θεασαμένων· ὠργίζοντο γὰρ πεφενακισμένοι τῆς χώρας μὴ νεμηθείσης.3

不仅如此,对于两位国王,他一心表现出对其中一人(克勒翁布罗托斯)彻底蔑视,而对阿吉斯则显得更多是因亲族关系而非王权而给以某种礼遇。他还散布谣言,称自己将再次出任监察官。因此,他的政敌们更加急于铤而走险,纠集起来公然将列奥尼达斯从忒革亚迎回执政,平民对此亦乐见其成;因为他们因土地未被分配而感到受了蒙骗,满腔怒火。

§Agis.16.3

τὸν μὲν οὖν Ἀγησίλαον ὁ υἱὸς Ἱππομέδων, δεόμενος τῶν πολιτῶν καὶ πᾶσι προσφιλὴς ὢν διʼ ἀνδραγαθίαν, ὑπεξήγαγε καὶ διέσωσε· τῶν δὲ βασιλέων ὁ μὲν Ἆγις ἐπὶ τὴν Χαλκίοικον κατέφυγεν, ὁ δὲ Κλεόμβροτος εἰς τὸ τοῦ Ποσειδῶνος ἱερὸν ἐλθὼν ἱκέτευε· καὶ γὰρ ἐδόκει τούτῳ μᾶλλον ὁ Λεωνίδας χαλεπὸς εἶναι, καὶ παρεὶς τὸν Ἆγιν ἐπὶ τοῦτον ἀνέβη στρατιώτας ἔχων καὶ κατηγόρει μετʼ ὀργῆς ὅτι γαμβρὸς ὢν ἐπεβούλευσεν αὐτῷ καὶ τὴν βασιλείαν ἀφείλετο καὶ συνεξέβαλε τῆς πατρίδος.

于是,阿格西劳斯被其子希波墨冬秘密带走而得以脱险,因为希波墨冬向公民们恳求,且因英勇而深得众人爱戴;但两位国王中,阿吉斯逃到了青铜殿避难,克勒翁布罗托斯则前往波塞冬圣所祈求庇护。因为列奥尼达斯似乎对后者更为痛恨,便放过阿吉斯,带领士兵直奔克勒翁布罗托斯而来,怒斥他身为女婿,竟然谋害自己,剥夺其王位,并参与将他逐出祖国。

语法注3 条
  1. Agis.16.1ἀπηλλαγμένος οἷς ταπεινὸς ἦν πρότερον

    ἀπηλλαγμένος 所支配的先行词 τούτων(分离属格)被省略,关系代词 οἷς 在关系从句中与 ταπεινὸς ἦν 连用,为表示原因或手段的与格。语境上指先前使他受制、处于卑下地位的沉重债务。

  2. Agis.16.2καὶ τῶν βασιλέων τοῦ μὲν ὅλως καταφρονεῖν, τὸν δὲ Ἆγιν ἐβούλετο δοκεῖν

    不定式 καταφρονεῖν 依存于主要动词 ἐβούλετο,与后面的 δοκεῖν 构成并列结构;亦可将 δοκεῖν 视为两部分所共用(即“他意图表现出对前者完全蔑视,而对阿吉斯则……”)。

  3. Agis.16.2πεφενακισμένοι τῆς χώρας μὴ νεμηθείσης

    πεφενακισμένοι 是主格分词,修饰 ὠργίζοντο 的主语,表示愤怒的原因(“深感被欺骗”);其后的属格独立结构 τῆς χώρας μὴ νεμηθείσης 则解释了受骗的具体缘由(“因土地未曾得到分配”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Agis.16.1-Agis.16.3