- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Agis.15.1-Agis.15.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿吉斯在哥林多与阿拉托斯汇合,虽表达了决战的锐气却服从对方统摄;阿拉托斯放弃会战后阿吉斯载誉班师,斯巴达国内却已动荡渐起。
συμμίξας δὲ τῷ Ἀράτῳ περὶ Κόρινθον ὁ Ἆγις ἔτι βουλευομένῳ περὶ μάχης καὶ παρατάξεως πρὸς τοὺς πολεμίους, ἐπεδείξατο καὶ προθυμίαν πολλὴν καὶ τόλμαν οὐ μανικὴν οὐδὲ ἀλόγιστον. ἔφη γὰρ αὐτῷ μὲν δοκεῖν διαμάχεσθαι καὶ μὴ παριέναι τὸν πόλεμον εἴσω, τὰς πύλας τῆς Πελοποννήσου προεμένους,1 ποιήσειν δὲ τὸ δοκοῦν Ἀράτῳ· καὶ γὰρ πρεσβύτερόν τε εἶναι καὶ στρατηγεῖν Ἀχαιῶν, οἷς οὐχὶ προστάξων οὐδὲ ἡγησόμενος, ἀλλὰ συστρατευσόμενος ἥκοι καὶ βοηθήσων.
阿吉斯在哥林多附近与阿拉托斯汇合时,见对方仍在就迎击敌人的会战与布阵举棋不定,便表现出极大热忱,以及既不狂躁亦非草率的勇毅。因为他说,依他之见应当彻底交战,绝不能弃守伯罗奔尼撒的大门而让战火深入内部,但他将照阿拉托斯所赞同的去办;毕竟阿拉托斯年纪更长,又担任亚该亚人的将军,而他此来并非要对他们发号施令或加以统领,乃是来共同作战并施以救援的。
ὁ δὲ Σινωπεὺς Βάτων αὐτὸν οὐκ ἐθέλειν μάχεσθαί φησι τὸν Ἆγιν Ἀράτου κελεύοντος, οὐκ ἐντετυχηκὼς οἷς Ἄρατος γέγραφε περὶ τούτων, ἀπολογιζόμενος ὅτι βέλτιον ἡγεῖτο, τοὺς καρποὺς σχεδὸν ἅπαντας συγκεκομισμένων ἤδη τῶν γεωργῶν,2 παρελθεῖν τοὺς πολεμίους ἢ μάχῃ διακινδυνεῦσαι περὶ τῶν ὅλων.
锡诺佩人巴同声称,是阿拉托斯下令迎战而阿吉斯自己不愿作战,但他并未读过阿拉托斯就此事所写的著述;阿拉托斯在其中为自己辩护道,鉴于农人们已然收割了几乎所有的庄稼,他认为放敌人过去,要好过拿全局去冒决战的风险。
ἐπεὶ δʼ οὖν Ἄρατος ἀπέγνω μάχεσθαι καὶ τοὺς συμμάχους ἐπαινέσας διαφῆκε, θαυμασθεὶς ὁ Ἆγις ἀνεζεύγνυεν, ἤδη τῶν ἔνδον ἐν Σπάρτῃ θόρυβον πολὺν ἐχόντων καὶ μεταβολήν.
总之,当阿拉托斯放弃决战并赞扬遣散了盟军之后,阿吉斯在众人的赞叹中班师回朝,而此时斯巴达国内已陷入巨大的动荡与剧变之中。
- Agis.15.1τὰς πύλας τῆς Πελοποννήσου προεμένους
在间接引语ἔφη所统辖的非人称句式αὐτῷ μὲν δοκεῖν之后,不定式μὴ παριέναι的修饰分词προεμένους没有依与格αὐτῷ配合,而是采用了复数宾格。这表明不定式的逻辑主语被泛指为“他们(阿吉斯及其全军)”,因而在格上与这一隐含的宾格主语一致。
- Agis.15.2τοὺς καρποὺς σχεδὸν ἅπαντας συγκεκομισμένων ἤδη τῶν γεωργῶν
此为独立属格结构,其中中被动态完成时分词συγκεκομισμένων作中间态意义使用(意为“农人们已为自己收割完毕”),因而能够直接支配宾格宾语τοὺς καρποὺς σχεδὸν ἅπαντας。
