- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Agis.12.1-Agis.12.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
任期届满卸任的吕珊德罗斯等人遭到新任监察官的起诉,遂说服两位国王联手罢免并替换了监察官以掌握权力;在此期间,阿吉斯阻止了对逃亡的莱奥尼达斯的暗杀,护送其安全离开。
ἐν τούτῳ δὲ τῆς ἀρχῆς ὁ Λύσανδρος ἀπηλλάγη τοῦ χρόνου διελθόντος. οἱ δὲ κατασταθέντες ἔφοροι τὸν μὲν Λεωνίδαν ἀνέστησαν ἱκετεύοντα, τῷ δὲ Λυσάνδρῳ καὶ τῷ Μανδροκλείδᾳ δίκην ἐπῆγον ὡς παρὰ τὸν νόμον χρεῶν ἀποκοπὰς καὶ γῆν ἀναδάσασθαι ψηφισαμένοις.
在此期间,由于任期届满,吕珊德罗斯离职卸任。新就职的监察官们解除了莱奥尼达斯的庇护状态,并对吕珊德罗斯和曼德罗克莱达斯提起公诉,指控他们违法表决废除债务和重分土地。
κινδυνεύοντες οὖν ἐκεῖνοι πείθουσι τοὺς βασιλεῖς ὁμοῦ γενομένους χαίρειν ἐᾶν1 τὰ τῶν ἐφόρων βουλεύματα· τοῦτο γὰρ τὸ ἀρχεῖον ἰσχύειν ἐκ διαφορᾶς τῶν βασιλέων,2 τῷ τὰ βελτίονα λέγοντι προστιθέμενον τὴν ψῆφον, ὅταν ἅτερος ἐρίζῃ πρὸς τὸ συμφέρον· ἀμφοῖν δὲ ταὐτὰ βουλευομένων ἄλυτον εἶναι τὴν ἐξουσίαν, καὶ παρανόμως μαχεῖσθαι πρὸς τοὺς βασιλεῖς, ὧν μαχομένων διαιτᾶν καὶ βραβεύειν αὐτοῖς εἶναι προσῆκον, οὐχὶ πολυπραγμονεῖν ὁμοφρονούντων.3
因此,身处险境的他们游说两位国王联合起来,对监察官们的决议置之不理。他们辩称,这一官职的权威实则源于国王们的不和,只有在一方违背公共利益相争时,才把那一票投给提出更好主意的一方;而如果两位国王达成一致,王权便是不可撼动的,此时监察官与国王抗衡乃是违法,因为监察官应当做的是在国王争执时居中仲裁与裁决,而不是在国王齐心协力时多管闲事。
οὕτω δὴ πεισθέντες ἀμφότεροι καὶ μετὰ τῶν φίλων εἰς ἀγορὰν καταβάντες ἀνέστησαν μὲν ἐκ τῶν δίφρων τοὺς ἐφόρους, ἄλλους δʼ ἀντʼ αὐτῶν ἀπέδειξαν, ὧν εἷς ἦν Ἀγησίλαος, ὁπλίσαντες δὲ τῶν νέων πολλοὺς καὶ λύσαντες τοὺς δεδεμένους ἐγένοντο φοβεροὶ τοῖς ὑπεναντίοις ὡς πολλοὺς ἀποκτενοῦντες.
两位国王遂被说服,同友人一道下到广场,把监察官们从座椅上赶下,并另立他人取而代之,阿格西劳斯便是其中之一。他们还武装了许多青年,释放了囚犯,使得反对派惊恐万状,以为他们要大开杀戒。
ἀπέθανε δὲ οὐδεὶς ὑπʼ αὐτῶν, ἀλλὰ καὶ Λεωνίδαν εἰς Τεγέαν ὑπεξιόντα βουληθέντος διαφθεῖραι τοῦ Ἀγησιλάου, καὶ πέμψαντος ἐπʼ αὐτὸν εἰς τὴν ὁδὸν ἄνδρας, πυθόμενος ὁ Ἆγις ἑτέρους ἀπέστειλε πιστούς, οἳ τὸν Λεωνίδαν περισχόντες ἀσφαλῶς εἰς Τεγέαν κατέστησαν.
然而他们没有杀害任何人;甚至当阿格西劳斯企图谋害逃往帖该亚的莱奥尼达斯并派人沿途截杀时,阿吉斯得知此事后,派遣了另一批心腹之人,护卫莱奥尼达斯安全抵达帖该亚。
- Agis.12.2χαίρειν ἐᾶν
成语性短语 χαίρειν ἐᾶν 意为“不予理会”、“置之不理”或“摒弃”。不定式 ἐᾶν 用作动词 πείθουσι 的宾语补足成分。
- Agis.12.2τοῦτο γὰρ τὸ ἀρχεῖον ἰσχύειν ἐκ διαφορᾶς τῶν βασιλέων
此处是由 πείθουσι 所隐含的言说概念引出的间接引语结构的开端。不定式 ἰσχύειν 充当主语 τὸ ἀρχεῖον 的主要谓词,其后顺接了一系列并列的不定式(ἄλυτον εἶναι、παρανόμως μαχεῖσθαι 与 προσῆκον εἶναι)以陈述其说理。
- Agis.12.2ὧν μαχομένων διαιτᾶν καὶ βραβεύειν αὐτοῖς εἶναι προσῆκον, οὐχὶ πολυπραγμονεῖν ὁμοφρονούντων
由两个形成对比的属格独立结构(ὧν μαχομένων 与 ὁμοφρονούντων,其逻辑主语为关系代词 ὧν 所指的二王)包夹非人称不定式结构 προσῆκον εἶναι;与格 αὐτοῖς(监察官们)为其逻辑主语,而不定式 διαιτᾶν καὶ βραβεύειν 与 πολυπραγμονεῖν 构成对比性真实主语。
