- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Agis.13.1-Agis.13.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在改革顺利推展之际,背负巨债的大地主阿格西劳斯蒙骗阿吉斯等人,仅执行了焚毁债务契约而搁置土地重分,随后又借阿开亚同盟请求援军之机继续拖延。
οὕτω δὲ τῆς πράξεως αὐτοῖς ὁδῷ βαδιζούσης καὶ μηδενὸς ἐνισταμένου μηδὲ διακωλύοντος, εἷς ἀνὴρ, Ἀγησίλαος, ἀνέτρεψε πάντα καὶ διελυμήνατο, κάλλιστον διανόημα καὶ Λακωνικώτατον αἰσχίστῳ νοσήματι τῇ φιλοπλουτίᾳ διαφθείρας.
当他们的事业如此顺利推进,无人反对也无人阻拦之时,阿格西劳斯这一人却将一切颠覆败坏,以最可耻的病症——贪婪,毁掉了这最美好、最合乎斯巴达精神的谋划。
ἐπειδὴ γὰρ ἐκέκτητο μὲν ἐν τοῖς μάλιστα πολλὴν καὶ ἀγαθὴν χώραν, ὤφειλε δὲ πάμπολλα, μήτε διαλῦσαι δυνάμενος τὰ χρέα μήτε τὴν χώραν προέσθαι βουλόμενος ἔπεισε τὸν Ἆγιν ὡς ἀμφοτέρων μὲν ἅμα πραττομένων μέγας ἔσοιτο περὶ τὴν πόλιν ὁ νεωτερισμός, εἰ δὲ τῇ τῶν χρεῶν ἀφέσει θεραπευθεῖεν οἱ κτηματικοὶ πρότερον, εὐκόλως ἂν αὐτῶν καὶ καθʼ ἡσυχίαν ὕστερον ἐνδεξομένων τὸν ἀναδασμόν.1
原来,他虽拥有一片数一数二辽阔而肥沃的土地,却也背负着巨额债务,既无力偿还债务,又不愿放弃土地;于是他游说阿吉斯,声称若两项举措同时推行,城邦必生巨大变乱,但若先以免除债务安抚地主们,他们日后便会心平气和且轻易地接纳土地重分。
ταῦτα δὲ καὶ τοῖς περὶ Λύσανδρον ἐδόκει, συνεξαπατωμένοις ὑπὸ τοῦ Ἀγησιλάου, καὶ τὰ παρὰ τῶν χρεωστῶν γραμματεῖα συνενέγκαντες εἰς ἀγοράν, ἃ κλάρια καλοῦσι, καὶ πάντα συνθέντες εἰς ἓν συνέπρησαν. ἀρθείσης δὲ φλογός οἱ μὲν πλούσιοι καὶ δανειστικοὶ περιπαθοῦντες ἀπῆλθον, ὁ δὲ Ἀγησίλαος ὥσπερ ἐφυβρίζων οὐκ ἔφη λαμπρότερον ἑωρακέναι φῶς οὐδὲ πῦρ ἐκείνου καθαρώτερον.
吕珊德罗斯等人亦受阿格西劳斯蒙蔽,赞同此策;他们把债务人的借据(他们称之为克拉里亚)搜集到广场上,堆聚在一起尽数烧毁。烈火升腾之际,富人和放贷者满怀痛苦地离去,阿格西劳斯却仿佛嘲弄他们一般,宣称自己从未见过比这更明亮的光芒,或是比这更纯净的火焰。
ἀξιούντων δὲ τῶν πολλῶν καὶ τὴν γῆν εὐθὺς νέμεσθαι καὶ τῶν βασιλέων οὕτω ποιεῖν κελευόντων, ἀσχολίας τινὰς ἐμβάλλων ὁ Ἀγησίλαος ἀεὶ καὶ προφάσεις λέγων παρῆγε τὸν χρόνον, ἄχρι οὗ στρατεία συνέβη τῷ Ἄγιδι, μεταπεμπομένων τῶν Ἀχαιῶν συμμάχων ὄντων βοήθειαν ἐκ Λακεδαίμονος. Αἰτωλοὶ γὰρ ἦσαν ἐπίδοξοι διὰ τῆς Μεγαρικῆς ἐμβαλοῦντες2 εἰς Πελοπόννησον καὶ τοῦτο κωλύσων Ἄρατος ὁ τῶν Ἀχαιῶν στρατηγὸς ἤθροιζε δύναμιν καὶ τοῖς ἐφόροις ἔγραφεν.
当民众要求随即瓜分土地、国王们亦下令如此执行时,阿格西劳斯却不断抛出各种杂务,借口连篇以拖延时日,直至阿吉斯遇上了出征之事——身为盟友的阿开亚人从斯巴达请求援军。盖因当时人们预料埃托利亚人将经由墨伽里斯侵入伯罗奔尼撒,为了阻止此事,阿开亚人的统帅阿拉托斯正在集结兵力,并致信给监察官们。
- Agis.13.2εὐκόλως ἂν αὐτῶν καὶ καθʼ ἡσυχίαν ὕστερον ἐνδεξομένων τὸν ἀναδασμόν
在由 ὡς 引导的间接引语中,对应于条件从句 εἰ δὲ ... θεραπευθεῖεν 的主句,由带有 ἄν 和分词 ἐνδεξομένων 的独立属格结构充当,相当于直接引语中的 ἂν ἐνδέξαιντο(潜势希求法)。
- Agis.13.4Αἰτωλοὶ γὰρ ἦσαν ἐπίδοξοι διὰ τῆς Μεγαρικῆς ἐμβαλοῦντες
形容词 ἐπίδοξος(料想……的、预计……的)与主语 Αἰτωλοί 一致,构成人称句式(personal construction),后接将来分词 ἐμβαλοῦντες,意为“埃托利亚人预料将要侵入”。
