← 普鲁塔克

亚基斯与克里昂米尼传

§Agis.11.1-Agis.11.5

法案遭否决与莱奥尼达斯被废黜

富人通过奔走游说使改革法案在长老会议中以一票之差被否决,但监察官吕珊德罗斯借助古法与不祥天象对莱奥尼达斯提起控告。莱奥尼达斯避入神庙拒绝出庭,最终被投票废黜,王位由克莱翁布罗托斯继承。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Agis.11.1

ἐκ τούτου τῷ μὲν Ἄγιδι τὸ πλῆθος ἐπηκολούθησεν, οἱ δὲ πλούσιοι τόν τε Λεωνίδαν παρεκάλουν μὴ σφᾶς προέσθαι, καὶ τοὺς γέροντας, οἷς τὸ κράτος ἦν ἐν τῷ προβουλεύειν, δεόμενοι καὶ πείθοντες ἴσχυσαν, ὅσον ἑνὶ πλείονας γενέσθαι τοὺς ἀποψηφισαμένους τὴν ῥήτραν.1

由此,民众支持了阿吉斯,但富人们恳求莱奥尼达斯不要抛弃他们,并且通过向掌握预审大权的长老们央求与游说而施加了影响,使得投票否决该法案的人仅仅多出了一票。

§Agis.11.2

ὁ δὲ Λύσανδρος ἔτι τὴν ἀρχὴν ἔχων ὥρμησε τὸν Λεωνίδαν διώκειν κατὰ δή τινα νόμον παλαιόν, ὃς οὐκ ἐᾷ τὸν Ἡρακλείδην ἐκ γυναικὸς ἀλλοδαπῆς τεκνοῦσθαι, τὸν δὲ ἀπελθόντα τῆς Σπάρτης ἐπὶ μετοικισμῷ πρὸς ἑτέρους ἀποθνῄσκειν κελεύει, ταῦτα κατὰ τοῦ Λεωνίδα λέγειν ἑτέρους διδάξας, αὐτὸς παρεφύλαττε μετὰ τῶν συναρχόντων τὸ σημεῖον.

然而吕珊德罗斯因仍在职任上,便着手依据某条古老的法律对莱奥尼达斯提出起诉;该法不准赫拉克勒斯的后裔与外邦女子生养子女,并下令将为了定居他邦而离开斯巴达的人处死。他指使其他人在诉讼中以此指控莱奥尼达斯,自己则与同僚一同观测征兆。

§Agis.11.3

ἔστι δὲ τοιόνδε· διʼ ἐτῶν ἐννέα λαβόντες οἱ ἔφοροι νύκτα καθαρὰν καὶ ἀσέληνον, σιωπῇ καθέζονται πρὸς οὐρανὸν ἀποβλέποντες. ἐὰν οὖν ἐκ μέρους τινὸς εἰς ἕτερον μέρος ἀστὴρ διᾴξῃ, κρίνουσι τοὺς βασιλεῖς ὡς περὶ τὸ θεῖον ἐξαμαρτάνοντας, καὶ καταπαύουσι τῆς ἀρχῆς, μέχρι ἂν ἐκ Δελφῶν ἢ Ὀλυμπίας χρησμὸς ἔλθῃ τοῖς ἡλωκόσι τῶν βασιλέων βοηθῶν.

该征兆的情形如下:每隔九年,监察官们便选定一个晴朗无月的夜晚,静默地坐着仰望苍天。若是有一颗流星从某一方位划向另一方位,他们便判定国王们在敬神之事上有罪,并罢免其职务,直到有神谕从德尔斐或奥林匹亚传来庇佑获罪的国王为止。

§Agis.11.4

τοῦτο δὴ τὸ σημεῖον αὐτῷ γεγονέναι λέγων ὁ Λύσανδρος κρίσιν τῷ Λεωνίδᾳ προὔθηκε, καὶ μάρτυρας παρεῖχεν ὡς ἐκ γυναικὸς Ἀσιανῆς, ἣν τῶν Σελεύκου τινὸς ὑπάρχων αὐτῷ συνοικίσαντος ἔσχε, τεκνώσαιτο δύο παιδία, δυσχεραινόμενος δὲ καὶ μισούμενος ὑπὸ τῆς γυναικὸς ἐπανέλθοι παρὰ γνώμην οἴκαδε, καὶ διαδοχῆς ἔρημον ἀνέλοιτο τὸ βασίλειον.2

吕珊德罗斯声称这一征兆确已降临于他,便对莱奥尼达斯提起审判,并提供证人证明莱奥尼达斯曾与一名亚洲女子生养了两个孩子——那是塞琉古麾下的某位将官撮合给他的妻子——并且他因受到妻子的厌恶与憎恨才违背本意返回故土,趁着王位后继无人时攫取了王权。

§Agis.11.5

ἅμα δὲ τῇ δίκῃ Κλεόμβροτον ἔπειθε τῆς βασιλείας ἀντιποιεῖσθαι, γαμβρὸν ὄντα τοῦ Λεωνίδα, γένους δὲ τοῦ βασιλικοῦ, φοβηθεὶς οὖν ὁ Λεωνίδας ἱκέτης γίνεται τῆς Χαλκιοίκου, καὶ συνικέτευεν ἡ θυγάτηρ τῷ πατρί, τὸν Κλεόμβροτον ἀπολιποῦσα. καλουμένου δὲ πρὸς τὴν δίκην αὐτοῦ καὶ μὴ καταβαίνοντος,3 ἐκεῖνον ἀποψηφισάμενοι τὴν βασιλείαν τῷ Κλεομβρότῳ παρέδωκαν.

在诉讼的同时,吕珊德罗斯又劝说身为莱奥尼达斯的女婿、同时也属于王室血统的克莱翁布罗托斯去争夺王位。莱奥尼达斯心生畏惧,遂逃至铜殿神庙成为寻求庇护者,他的女儿也离开克莱翁布罗托斯,同父亲一起寻求庇护。当莱奥尼达斯被传唤受审而没有下山出庭时,他们便通过投票将其废黜,把王位移交给了克莱翁布罗托斯。

语法注3 条
  1. Agis.11.1ὅσον ἑνὶ πλείονας γενέσθαι τοὺς ἀποψηφισαμένους τὴν ῥήτραν

    关系词 ὅσον 连同不定式 γενέσθαι 构成表示程度或结果的从属结构(“乃至达到……的地步”)。ἑνί 是修饰比较级 πλείονας 的“差异程度与格”,表示“仅以一票之差胜出”。

  2. Agis.11.4τεκνώσαιτο δύο παιδία, δυσχεραινόμενος δὲ καὶ μισούμενος ὑπὸ τῆς γυναικὸς ἐπανέλθοι παρὰ γνώμην οἴκαδε, καὶ διαδοχῆς ἔρημον ἀνέλοιτο τὸ βασίλειον

    由 ὡς 引出的三个动词 τεκνώσαιτο、ἐπανέλθοι 和 ἀνέλοιτο 在主句过去时动词 παρεῖχεν 之后采用了斜格祈愿语气(optativus obliquus)。这表明这些是从属在间接引语中的证人供词与指控内容,而非叙述者直接陈述的客观事实。

  3. Agis.11.5καλουμένου δὲ πρὸς τὴν δίκην αὐτοῦ καὶ μὴ καταβαίνοντος

    这是以莱奥尼达斯(αὐτοῦ)为逻辑主语的独立属格结构。动词 καταβαίνω(“下来”)特指身处卫城高处的青铜殿雅典娜神庙避难的莱奥尼达斯,“下山出庭”到地势较低的广场法庭接受审判。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Agis.11.1-Agis.11.5