- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Agis.10.1-Agis.10.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
民众对阿吉斯的慷慨欢欣鼓舞,但另一位国王莱奥尼达斯因不愿放弃财产而搬出吕库古的法令发难,阿吉斯则援引斯巴达的真正传统予以有力反驳。
ὁ μὲν οὖν δῆμος ἐξεπλάγη τὴν μεγαλοψυχίαν τοῦ νεανίσκου, καὶ περιχαρὴς ἦν ὡς διʼ ἐτῶν ὁμοῦ τι διακοσίων πεφηνότος ἀξίου τῆς Σπάρτης βασιλέως· ὁ δὲ Λεωνίδας τότε δὴ μάλιστα πρὸς τοὐναντίον ἐφιλονείκησε. λογιζόμενος γάρ ὅτι ταὐτὰ μὲν ἀναγκασθήσεται ποιεῖν, οὐ τὴν αὐτὴν δὲ χάριν ἕξει παρὰ τοῖς πολίταις, ἀλλὰ πάντων ὁμοίως ἃ κέκτηνται κατατιθεμένων μόνῳ τῷ ἀρξαμένῳ προσθήσουσι τὴν τιμήν, ἠρώτα τὸν Ἆγιν εἰ δίκαιον ἄνδρα καὶ σπουδαῖον ἡγεῖται γεγονέναι Λυκοῦργον.
于是,民众为这位青年的博大胸襟所震惊,并满心欢喜,认为在近两百年后,终于出现了一位配得上斯巴达的国王。然而莱奥尼达斯却恰在此刻竭力持反对立场。因为他盘算着,自己也将被迫做出同样的举动,却无法在公民中赢得同等的感恩;所有人固然都将同样交出各自拥有的财产,但公民们只会把这份荣耀归于首倡之人。于是他质问阿吉斯,是否认为吕库古是一个正义且卓越的人。
ὁμολογήσαντος δʼ ἐκείνου, ποῦ τοίνυν, ἔφη, Λυκοῦργος ἢ χρεῶν ἀποκοπὰς ἔδωκεν ἢ ξένους κατέταξεν εἰς τὴν πολιτείαν, ὃς οὐδὲ ὅλως ἐνόμιζεν ὑγιαίνειν τὴν πόλιν μὴ χρωμένην ξενηλασίαις; ὁ δὲ Ἆγις ἀπεκρίνατο μὴ θαυμάζειν τὸν Λεωνίδαν, εἰ1 τεθραμμένος ἐν ξένῃ καὶ πεπαιδοποιημένος ἐκ γάμων σατραπικῶν ἀγνοεῖ τὸν Λυκοῦργον, ὅτι τὸ μὲν ὀφείλειν καὶ δανείζειν ἅμα τῷ νομίσματι συνεξέβαλεν ἐκ τῆς πόλεως, τῶν δʼ ἐν ταῖς πόλεσι ξένων τοὺς τοῖς ἐπιτηδεύμασι καὶ ταῖς διαίταις ἀσυμφύλους μᾶλλον ἐδυσχέραινε· καὶ γὰρ ἐκείνους ἤλαυνεν οὐ τοῖς σώμασι πολεμῶν, ἀλλὰ τοὺς βίους αὐτῶν καὶ τοὺς τρόπους δεδιώς, μὴ συναναχρωννύμενοι τοῖς πολίταις τρυφῆς καὶ μαλακίας καὶ πλεονεξίας ἐντέκωσι ζῆλον· ἐπεὶ Τέρπανδρόν γε καὶ Θάλητα καὶ Φερεκύδην ξένους ὄντας, ὅτι τὰ αὐτὰ τῷ Λυκούργῳ διετέλουν ᾄδοντες καὶ φιλοσοφοῦντες, ἐν Σπάρτῃ τιμηθῆναι2 διαφερόντως.
在阿吉斯表示认同之后,莱奥尼达斯便说: “那么,吕库古究竟在何处免除过债务,又在何处将外邦人编入城邦政制之中呢?他甚至根本认为,一个不行使逐外令的城邦是绝不可能健全的。” 阿吉斯回答说,对于莱奥尼达斯,如果他因在异邦长大并与总督家族通婚生子而不了解吕库古,自己并不感到奇怪:因为吕库古是将借贷与钱币一同逐出城邦的,而对于城邦中的外邦人,他所厌恶的倒不如说是那些在行事与生活方式上与本邦格格不入之人。事实上,吕库古驱逐他们并非因仇视其人身,而是惧怕他们的生活与习俗,以免他们与公民杂处时,滋生对奢靡、软弱和贪婪的狂热追求。事实上,特尔潘德罗斯、塔勒塔斯和费雷库底斯虽然是外邦人,但因为他们始终吟唱并思考着与吕库古相同的道理,因而在斯巴达受到了异乎寻常的礼遇。
σὺ δὲ Ἐκπρέπη μὲν, ἔφησεν, ἐπαινεῖς, ὃς ἐφορεύων Φρύνιδος τοῦ μουσικοῦ σκεπάρνῳ τὰς δύο τῶν ἐννέα χορδῶν ἐξέτεμε, καὶ τοὺς ἐπὶ Τιμοθέῳ πάλιν τὸ αὐτὸ τοῦτο πράξαντας, ἡμᾶς δὲ μέμφῃ τρυφὴν καὶ πολυτέλειαν καὶ ἀλαζονείαν ἐκ τῆς Σπάρτης ἀναιροῦντας, ὥσπερ οὐχὶ κἀκείνων τὸ ἐν μουσικῇ σοβαρὸν καὶ περιττὸν ὅπως ἐνταῦθα μὴ προέλθῃ φυλαττομένων,3 ὅπου γενομένων βίων καὶ τρόπων ἀμετρία καὶ πλημμέλεια τὴν πόλιν ἀσύμφωνον καὶ ἀνάρμοστον ἑαυτῇ πεποίηκεν.
阿吉斯接着说: “而你一方面赞美埃克普雷佩斯——他在任监察官时曾用扁斧砍断了乐师弗吕尼斯九弦琴上的两根弦——以及后来对提摩太施以同样手段的人,另一方面却责难我们要从斯巴达根除奢靡、浪费与傲慢,就仿佛他们当初不也是在防范音乐中的傲慢与多余之物发展到这一地步似的;而在这一地步,随着〔它们〕产生,生活与风俗的过度和失调已使城邦同自身处于不和睦与不协调之中。”
- Agis.10.2μὴ θαυμάζειν τὸν Λεωνίδαν, εἰ
间接引语中依赖于主动词 ἀπεκρίνατο 的不定式结构。由于不定式 θαυμάζειν 的逻辑主语与主句主语(阿吉斯)相同,因而被省略。宾格词 τὸν Λεωνίδαν 并非不定式的主语,而是动词 θαυμάζειν 的直接宾语(“对莱奥尼达斯并不感到奇怪”)。随后的 εἰ 从句引出阿吉斯不感奇怪的缘由(“如果/既然……”)。
- Agis.10.3ἐπεὶ Τέρπανδρόν γε καὶ Θάλητα καὶ Φερεκύδην ... τιμηθῆναι
在表示原因的连词 ἐπεί 所引导的从句中,使用了宾格与不定式结构(τιμηθῆναι)而非直陈式动词。这是间接引语(oratio obliqua)在从属从句中的延续,使得原本的原因从句谓语转变为不定式。
- Agis.10.4ὥσπερ οὐχὶ κἀκείνων ... φυλαττομένων
由 ὥσπερ 引导的属格绝对结构。加上否定词 οὐχί,表达了反诘与讽刺的语气:“就仿佛他们当初并未防范似的(而实际上他们防范了)”。这与前文 μέμφῃ(责难)中对手的逻辑构成了尖锐的反讽对照。
