← 普鲁塔克

亚基斯与克里昂米尼传

§Agis.9.1-Agis.9.3

公民大会的召开与阿吉斯捐献家产的宣言

因长老会议意见不一,吕珊德召集公民大会,援引帕西法埃的神谕力陈改革之必要,阿吉斯国王亦当场宣布捐出自己及家族的巨额财富以推行改革。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Agis.9.1

γραφείσης δὲ τῆς ῥήτρας, καὶ τῶν γερόντων εἰς ταὐτὸ ταῖς γνώμαις οὐ συμφερομένων, ἐκκλησίαν συναγαγὼν ὁ Λύσανδρος αὐτός τε διελέχθη τοῖς πολίταις, καὶ Μανδροκλείδας καὶ Ἀγησίλαος ἐδέοντο μὴ διʼ ὀλίγους ἐντρυφῶντας αὐτοῖς περιιδεῖν ἐρριμμένον τὸ ἀξίωμα τῆς Σπάρτης, ἀλλὰ τῶν τε προτέρων χρησμῶν μνημονεῦσαι, τὴν φιλοχρημοσύνην ὡς ὀλέθριον τῇ Σπάρτῃ φυλάττεσθαι διακελευομένων,1 καὶ τῶν ἔναγχος ἐκ Πασιφάας κεκομισμένων αὐτοῖς.

法令草案拟定后,由于长老们的意见无法取得一致,吕珊德便召集了公民大会,亲自向公民发表演说;曼德罗克莱达斯和阿格西劳斯也恳求众人,切勿为了少数对他们骄奢傲慢之人而坐视斯巴达的威严扫地,而当牢记以往的那些神谕——它们告诫斯巴达人当谨防贪恋钱财,因其对斯巴达乃是毁灭性的灾难——以及最近刚从帕西法埃那里带给他们的神谕。

§Agis.9.2

ἱερὸν δὲ Πασιφάας καὶ μαντεῖον ἦν ἐν Θαλάμαις τιμώμενον, ἥν τινὲς μὲν ἱστοροῦσι τῶν Ἀτλαντίδων μίαν οὖσαν ἐκ Διὸς τὸν Ἄμμωνα τεκεῖν, τινὲς δὲ Κασάνδραν τὴν Πριάμου τελευτήσασαν ἐνταῦθα καὶ διὰ τὸ πᾶσι φαίνειν τὰ μαντεῖα Πασιφάαν προσαγορευθεῖσαν. ὁ δὲ Φύλαρχος Ἀμύκλα θυγατέρα, Δάφνην τοὔνομά, φησιν ὑποφεύγουσαν Ἀπόλλωνα βουλόμενον αὐτῇ μιγῆναι, καὶ μεταβαλοῦσαν εἰς τὸ φυτόν, ἐν τιμῇ τοῦ θεοῦ γενέσθαι καὶ μαντικὴν λαβεῖν δύναμιν.

在萨拉迈有一处受人崇奉的帕西法埃神庙和神谕所。有人记载说,她是阿特拉斯的女儿之一,与宙斯生下了阿蒙;另有人说,她是普里阿摩斯的女儿卡珊德拉,死于该地,因向所有人昭示神谕而被称作帕西法埃。然而菲拉尔库斯却说,她是阿米克拉斯的女儿,名叫达芙妮,为了躲避欲与她结合的阿波罗而化为月桂树,受到该神的尊崇并获得了预言的力量。

§Agis.9.3

ἔφασαν οὖν καὶ τὰ παρὰ ταύτης μαντεῖα προστάττειν τοῖς Σπαρτιάταις ἴσους γενέσθαι πάντας καθʼ ὃν ὁ Λυκοῦργος ἐξ ἀρχῆς ἔταξε νόμον.2 ἐπὶ πᾶσι δὲ ὁ βασιλεὺς Ἆγις εἰς μέσον παρελθὼν καὶ βραχέα διαλεχθεὶς ἔφη συμβολὰς διδόναι τῇ πολιτείᾳ μεγίστας ἣν καθίστησι· τὴν γὰρ αὑτοῦ πρῶτον οὐσίαν εἰς μέσον τιθέναι, πολλὴν μὲν οὖσαν ἐν τοῖς γεωργουμένοις καὶ νεμομένοις, ἄνευ δὲ τούτων ἑξακόσια τάλαντα νομίσματος ἔχουσαν τὸ δὲ αὐτὸ καὶ τὰς μητέρας3 ποιεῖν καὶ τοὺς φίλους καὶ οἰκείους, πλουσιωτάτους ὄντας Σπαρτιατῶν.

于是他们声称,出自这位女神的神谕同样命令全体斯巴达人依照吕库古最初制定的法律成为平等之人。最后,阿吉斯国王走入会场中央,简短发言,表示愿对自己正在确立的政制提供最重大的捐资;因为他首先要将自己的财产交归公有,这笔财产不仅包含大片耕地和牧场,此外还有六百塔兰特的钱币;而他的母亲们、朋友们以及近亲们——他们皆是斯巴达人中最富有者——亦将行同样之事。

语法注3 条
  1. Agis.9.1διακελευομένων

    为属格现在分词,修饰无生命的 τῶν προτέρων χρησμῶν(以往的神谕)。此处采用拟人手法,将神谕本身视为发出告诫的行为主体。

  2. Agis.9.3καθʼ ὃν ὁ Λυκοῦργος ἐξ ἀρχῆς ἔταξε νόμον

    先行词 νόμον 卷入(incorporation)关系从句中的结构。若按常规语序,相当于 κατὰ τὸν νόμον ὃν ὁ Λυκοῦργος ἐξ ἀρχῆς ἔταξε。

  3. Agis.9.3τὰς μητέρας

    直译为“母亲们”(复数)。此处统指第4章所提到的阿吉斯的生母阿格西斯特拉塔与祖母阿尔基达米亚,是用复数指代家族中的年长女性长辈。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Agis.9.1-Agis.9.3