← 普鲁塔克

小加图传

§69.1-69.3

向两位哲学家阐明自裁的理性与决意

在儿子及众人痛哭退下后,加图心平气和地向留下的哲人德米特里乌斯和阿波罗尼德斯陈词,捍卫自主决断的理性与尊严,并嘱托他们告诫儿子莫再强行阻拦。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§69.1

ταῦτα λέγοντος αὐτοῦ τὸ μὲν μειράκιον ἐξῆλθε μετὰ κλαυθμοῦ καὶ πάντες οἱ λοιποί· τῷ δὲ Δημητρίῳ καὶ τῷ Ἀπολλωνίδῃ μόνοις ὑπολειφθεῖσι πρᾳότερον ἤδη λαλῶν, ἦ που καὶ ὑμῖν, ἔφη, δέδοκται1 βίᾳ κατέχειν ἄνδρα τοσοῦτον ἡλικίας ἐν τῷ βίῳ καὶ καθημένους αὐτοῦ σιωπῇ παραφυλάσσειν, ἢ λόγον ἥκετε κομίζοντες ὡς οὐ δεινὸν οὐδὲ αἰσχρόν ἐστιν ἀποροῦντα σωτηρίας ἑτέρας Κάτωνα τὴν ἀπὸ τοῦ πολεμίου περιμένειν;

在他这样说的时候,年轻人哭着走了出去,其余所有人也都退了出去;但他对唯独留下的德米特里乌斯和阿波罗尼德斯此时态度温和了许多,说道: “难道你们二位也决定用强力把一个如此年纪的人留在人世,并坐在这里默默监守着他吗?或者你们是带来了一套论辩,要说明加图在缺乏其他自救途径时,等待来自敌人的拯救既不可怖也不可耻?

§69.2

τί οὖν οὐ λέγετε πείθοντες ἡμᾶς ταῦτα καὶ μεταδιδάσκοντες, ἵνα τὰς προτέρας δόξας ἐκείνας καὶ λόγους, οἷς συμβεβιώκαμεν, ἐκβαλόντες καὶ γενόμενοι διὰ Καίσαρα σοφώτεροι μείζονα χάριν εἰδῶμεν αὐτῷ; καίτοι βεβούλευμαι μὲν οὐθὲν ἔγωγε περὶ ἐμαυτοῦ· δεῖ δέ με βουλευσάμενον εἶναι κύριον οἷς ἔγνωκα χρῆσθαι.2

那你们为何不把这些话说出来说服我们、重新指教我们呢?好让我们抛弃以往我们与之共同生活过来的那些信念和原则,因凯撒而变得更加聪明,从而对他怀有更大的感激?诚然,我自己尚未对自己做出任何决断;但我一旦思量决断,就必须有自主权去施行我所裁决之事。

§69.3

βουλεύσομαι δὲ τρόπον τινὰ μεθʼ ὑμῶν, βουλευόμενος μετὰ τῶν λόγων οἷς καὶ ὑμεῖς φιλοσοφοῦντες χρῆσθε· θαρροῦντες οὖν ἄπιτε, καὶ κελεύετε τὸν υἱόν ἃ μὴ δύναται τὸν πατέρα πείθειν μὴ βιάζεσθαι.3

而在某种意义上,我也将与你们一同探讨,因为我将依据你们自己在从事哲学思考时所用的论据来做权衡。因此,你们放心离去吧,并请告诫我的儿子,在无法说服父亲的事上,不要对他使用强力。”

语法注3 条
  1. 69.1ἦ που καὶ ὑμῖν... δέδοκται

    语气词组合 ἦ που 引出一个带有揣测和讽刺意味的反问(“莫非你们也已经断定……?”)。随后的不定式短语 βίᾳ κατέχειν 与 παραφυλάσσειν 充当无人称动词 δέδοκται 的主语。

  2. 69.2δεῖ δέ με βουλευσάμενον εἶναι κύριον οἷς ἔγνωκα χρῆσθαι

    短语 εἶναι κύριον(“做……的主人 / 具有施行……的完全主导权”)支配不定式 χρῆσθαι。关系代词 οἷς 作动词 χρῆσθαι 的与格宾语(先行词 τούτοις 被省略,或者体现为向先行词与格的吸引)。

  3. 69.3ἃ μὴ δύναται τὸν πατέρα πείθειν μὴ βιάζεσθαι

    在关系分句 ἃ μὴ δύναται τὸν πατέρα πείθειν 中,动词 πείθειν 带有人(τὸν πατέρα)与事物(ἃ)的双重宾格。随后的不定式 μὴ βιάζεσθαι 隶属于主节动词 κελεύετε,而 ἃ 兼作 βιάζεσθαι 的宾语/限制范围(“在他无法说服父亲的事情上莫要强迫”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:69.1-69.3